ἐκολάζοντο. ὁ δὲ Παῦλος διὰ ἀμφότερα, καὶ ὑπὲρ τοῦ Χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν. Eph 3,8 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων. λείπει τὸ γάρ, οἷον· ἐμοὶ γάρ. ἢ μᾶλλον οὐδὲν ἐλλείπει, ἀλλὰ ἀνταπόδοσίς ἐστι τοῦ τούτου χάριν, οἷον· τούτου χάριν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη καὶ ἑξῆς. σκόπει δὲ ὅτι ἀρξάμενος τῆς περιόδου κατὰ τὸ ὀρθὸν σχῆμα, ἐν τῇ ἀνταποδόσει ἐπλαγίασεν σχηματίσας τὴν ἀνταπόδοσιν πρὸς τὸν τῶν περιβολῶν τύπον. οὕτως καὶ Θουκυδίδης καὶ ∆ημοσθένης πολλαχοῦ. τὸ δὲ τούτου χάριν φησὶν οἷον· χάριν τοῦ συνοικοδομηθῆναι ἡμᾶς εἰς κατοικητήριον θεοῦ. Eph 3,10-11 Ἡ πολυποίκιλος σοφία. ἡ κατὰ πρόθεσιν τῶν αἰώνων πολυποίκιλος σοφία τοῦ θεοῦ· αὕτη γὰρ καὶ τῶν αἰώνων προετίθετο καὶ προώριστο, εἰ καὶ ἐν ἐσχάτοις καιροῖς διὰ τῆς ἐκκλησίας ἐγνωρίσθη. τὸ δὲ ἣν ἐποίησεν, ὅτι καὶ ταύτην διὰ τοῦ Χριστοῦ καὶ προέθετο τῶν αἰώνων καὶ προώρισεν· οὐδὲν γὰρ ἄνευ τοῦ υἱοῦ οὔτε ἠβουλήθη οὔτε ὥρισεν οὔτε ἐποίησεν. Eph 3,13 ∆ιὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς ὑπὲρ ὑμῶν θλίψεσί μου· καθ' ὑπερβατὸν γὰρ ἡ σύνταξις. 617 Eph 3,18-19 Ἐν ἀγάπῃ ἐρριζωμένοι. τὸ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἢ σφάλμα ἐστὶ καλλιγραφικόν, δέον κατ' αἰτιατικὴν γράψαι ἐρριζωμένους καὶ τεθεμελιωμένους· ἢ εἰ μὴ τοῦτο, κατ' ἔθος ἀρχαϊκῆς συντάξεως ἐχρήσατο ὁ θεῖος Παῦλος ἀντὶ αἰτιατικῆς μετοχικῇ εὐθείᾳ. πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τὸ τοιοῦτον σχῆμα καὶ μάλιστα παρὰ Θουκυδίδῃ. εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν ὡς εὐθεῖαν ἀλλὰ μὴ κατ' ἀντίπτωσιν ἐκλαβεῖν, καὶ οὕτως τὸ ἀκόλουθον φυλαχθήσεται, καθ' ὑπερβατὸν τὴν σύνταξιν ποιουμένων, ᾧ καὶ μάλιστα σχήματι φαίνεται κεχρημένος ὁ θεῖος Παῦλος, οἷον ἵνα ᾖ συντεταγμένον τὸ ῥητὸν οὕτως· ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ἑξῆς. Ἀπὸ κοινοῦ τὸ ἵνα ἐξισχύσητε, οἷον· ἵνα ἐξισχύσητε καταλαβέσθαι καὶ γνῶναι. Τί τὸ πλάτος καὶ μῆκος. τίνος πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος; ἢ τοῦ μυστηρίου, ἵνα ᾖ κατ' ἔλλειψιν εἰρημένον· ἢ καὶ χωρὶς ἐλλείψεως, καθ' ὑπερβατὸν δέ· ἵνα ἐξισχύσητε, φησί, καταλαβέσθαι τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος τῆς γνώσεως τοῦ Χριστοῦ, γνῶναί τε τὴν ὑπερβάλλουσαν εἰς ἡμᾶς ἀγάπην αὐτοῦ. ἔστι δὲ γνῶσις μὲν Χριστοῦ ἡ τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας φανέρωσις. γνῶσις δέ ἐστι Χριστοῦ, ὅτι τε τὴν πρᾶξιν αὐτοῦ τὴν ὑπερθαύμαστον αὐτὸς καὶ οὐκ ἄλλος ὑπὲρ ἡμῶν εἰργάσατο, καὶ ὅτι αὐτός ἐστιν ἡμῖν χορηγὸς ταύτης τῆς γνώσεως, καὶ ὅτι δι' αὐτῆς μάλιστα ἐπέγνωμεν τὸν Χριστόν. ἀλλὰ γνῶσις μὲν Χριστοῦ αὕτη. μῆκος δέ ἐστιν αὐτῆς τὸ ἀπὸ τῶν αἰώνων. αὐτὴν προωρίσθαι. πλάτος δέ, ὅτι εἰς πάντας αὐτῆς ἡ εὐεργεσία ἐξαπλοῦται, εἰς τοὺς πρὸ νόμου, εἰς τοὺς ἐν νόμῳ καὶ μετὰ τὸν νόμον, εἰς τοὺς ζῶντας, εἰς τοὺς τετελευτηκότας, εἰς τοὺς Ἰουδαίους, εἰς τοὺς Ἕλληνας, εἰς τοὺς βαρβάρους, εἰς πάντα τὰ ἔθνη, εἰς τὰ οὐράνια, εἰς τὰ ἐπίγεια· εἰρήνην γὰρ εἰργήσατο ἐν αὐτοῖς ὁ Χριστὸς πρότερον ἐκπεπολεμωμένοις οὖσιν εἰς ἀλλήλους τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις. εὔχεται οὖν αὐτοὺς ταῦτα καταλαβέσθαι, καὶ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὸ βάθος αὐτῆς καὶ τὸ ὕψος, ὅτι μέχρι τῶν τοῦ ᾅδου ταμείων τὴν ἄφατον αὐτοῦ δύναμιν καὶ εὐεργεσίαν ἐπεδείξατο, ἐκεῖνον μὲν καταργήσας καὶ αἰχμαλωτίσας, τοὺς δὲ αἰχμαλώτους ἀναρρυσάμενος καὶ ἐλευθερώσας. εἶτα καὶ τὸ ὕψος, ὅτι ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς, ὅτι ὑπεράνω τῶν οὐρανῶν 618 ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν, ὅτι ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος. ὁρᾷς ὕψος ἄφατον τῆς οἰκονομίας Χριστοῦ καὶ τῆς γνώσεως αὐτοῦ· ταῦτα ἐπεύχεται αὐτοὺς ὁ Παῦλος κατανοῆσαι, ταῦτα καταλαβέσθαι. ἂν δὲ ταῦτα καταλάβωνται, τί; τότε γνώσονται τὴν εἰς ἡμᾶς ὑπερβάλλουσαν ἀγάπην αὐτοῦ. ἂν δὲ γνῶμεν, τί; τίς ἀντερεῖ τὸ μὴ οὐ χρεώστας εἶναι πληρωθῆναι ἐν παντὶ πληρώματι θεοῦ, οἷον ὅλον αὐτὸν διὰ τῶν ἔργων τὸν οὕτως ἀγαπήσαντα εἰσδέξασθαι; Eph 4,3-4 Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος. ἐν τῷ συνδεδέσθαι ἀλλήλους εἰρηνικῶς καθ' ἓν σῶμα καὶ καθ' ἓν πνεῦμα· τοῦτο γὰρ ἡ ἑνότης τοῦ πνεύματος ἣν