4
ἐνωτίζεσθαι. Σωματικώτε 1828 ρον γὰρ τὸ δι' ὤτων ἀκούειν. Ἡ γοῦν ἐπειδὴ καὶ ἐν τοῖς Ἰουδαίοις ἦσάν τινες ὑψηλοὶ, οἷον προφῆται, καὶ τοιοῦτοί τινες, εἰ καὶ σπάνιοι· τὸ δὲ λοιπὸν ἅπαν γεῶδες καὶ ταπεινὸν, ἀμφοτέρους ἐκάλεσεν. Τάχα δὲ καλεῖ μάρτυρας, ἐφ' ὧν ἡ τοῦ νόμου δόσις ἐγένετο, τὴν παρανομίαν ἐπὶ τῶν αὐτῶν διελέγξαι βουλόμενος. Ἐκκλησιάσατε γὰρ, φησὶ, πρός με τοὺς φυλάρχους ὑμῶν, καὶ τοὺς πρεσβυτέρους ὑμῶν, τοὺς κριτὰς, καὶ τοὺς γραμματοεισαγωγεῖς, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν, καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν." ∆ιὸ καὶ Μωϋσῆς ἐπικαλεῖται τούτους ὡς μάρτυρας· "Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου." Τὸ δὲ πάντως ἐκβήσεσθαι ταῦτα δηλῶν, ἐπήνεγκεν· Ὅτι Κύριος ἐλάλησεν. "Ἐπεὶ γὰρ, φησὶν, Θεὸς ἔφη, καὶ γίνεται." Ὡς τοίνυν ἐπισημοτάτη γέγονεν ἡ πρόσληψις τῶν ἐν Ἰσραὴλ, πάσης κατ' Αἰγυπτίων καὶ τῶν ἄλλων πολεμίων κινηθείσης τῆς κτίσεως· οὕτω καὶ τὴν ἀποβολὴν πᾶσιν ἐθέλει γνωρίζεσθαι. Καὶ πάλιν, ἐπεὶ παριδόντες τὸν νόμον ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, στρατιὰν οὐρανοῦ καὶ τὰ ἐξ ὕλης προσκυνήσαντες εἴδωλα, οἰκονομικώτατα τὴν ἐν τούτοις αὐτῶν ἀσέβειαν ὑπαινίττεται διὰ τῆς ἐπικλήσεως. ∆ιὸ καὶ πρὸς ἕνα φησὶ τῶν προφητῶν ὁ Θεός· "Ἀνάστηθι, καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. Ἀκούσατε, οἱ βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται." Οὐ γὰρ πρὸς ὄρη καὶ βουνοὺς ἡ κρίσις, πρὸς αὐτὴν δὲ τὴν ἀσέβειαν τὴν ἐν ὄρεσι καὶ βουνοῖς. Πρὸς δὲ τούτοις κέντρον μνήμης παρέσχεν αὐτοῖς. Οὐρανὸς γὰρ καὶ γῆ διὰ παντὸς θεωρούμενα τὴν τῶν ὁρώντων λήθην ἐξέκρουεν, ἐφ' ὧν αὐτοὺς ἐποιήσαντο. Ἐπὶ πάντων ἀκούειν λεκτέον· πρὸς ἀνθρώπους γὰρ ὁ λόγος, οὓς ἐκάλεσεν υἱούς. Καὶ ἐπεὶ πᾶς ἄνθρωπος ἐκ ψυχῆς οὐρανίας καὶ σώματος γηΐνου συνέστηκε, καὶ συγγένειαν ἔχει πρὸς οὐρανόν τε καὶ γῆν, ἐπὶ τῶν οἰκειοτάτων αὐτοῦ τὴν ἁμαρτίαν ἐλέγχει. 9Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. [γʹ.] Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν9. Τῷ Θεῷ Λόγῳ πρέποι ἂν τὸ περὶ ψυχῶν εἰπεῖν λογικῶν, Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα. Ἐγέννησε δὲ κατ' ἀμφότερα· τοῦτο μὲν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών· τοῦτο δὲ, κατ' ἀρετὴν καὶ δόγματα σπουδάσας ἀποδεῖξαι βελτίονας· καθὼς καὶ τὸ ὕψωσα λέγεται. Οὕτω καὶ Παῦλος ὠδίνει τοὺς ἐν οἷς δεῖ μορφωθῆναι Χριστόν. Νόμον γὰρ αὐτοῖς παρέσχε, καὶ προφήτας ἀπέστειλεν. Ἢ τὸ ὕψωσα, διὰ τὸ ἐξαγαγεῖν αὐτοὺς μετὰ δόξης Αἰ 1829 γύπτου, καὶ τοσαῦτα κατὰ τῶν λυπούντων ἐπιτελέσαι παράδοξα. Καὶ πατρικὴν δὲ πρόνοιαν ὑπὲρ αὐτῶν ἐπεδείξατο· οἷον, ἄρτον ἐξ οὐρανοῦ, καὶ τράπεζαν ἐν ἐρήμῳ διδούς. Υἱοὺς οὖν αὐτοὺς, καὶ ὡς κτίσματα καλεῖ νοερὰ, καὶ ὡς πλείονος παρὰ τοὺς ἅλλους τυχόντας κηδεμονίας, ὅτε ἐγενήθη "Μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτῶν Ἰσραήλ. ∆ιόπερ αὐτοὺς καὶ τῆς προσηγορίας ταύτης ἠξίωσεν, εἰ καὶ ἀνάξιοι ταύτης ἐγένοντο. ∆ιὸ καὶ τὴν υἱῶν προσηγορίαν ἔσχον εἰκονικήν. Ἡ γὰρ ἀληθὴς υἱοθεσία ἐκείνων ἐστίν. "Οἷς ἔδωκεν ἐξουσίαν υἱοῖς Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγενήθησαν·" ὡς πρὸς ἀντιδιαστολὴν πρωτότοκος Ἰσραὴλ, ἀλλ' οὐ μονογενὴς εἴρηται· μὴ τοίνυν Ἰουδαῖοι φρονείτωσαν ἀκούοντες, Υἱὸς πρωτότοκός μου Ἰσραήλ· ἐπεὶ καὶ Κάϊν πρωτότοκος ὢν κατηράθη, θαυμασθέντος τοῦ Ἄβελ. Καὶ Ἰσμαὴλ πρωτότοκος, ἀλλ' οὐ κληρονόμος· καὶ Ἡσαῦ πρωτότοκος, ἀλλ' ἐμισήθη. "Τὸν Ἰακὼβ γὰρ ἠγάπησα, φησὶν, τὸν δὲ Ἡσαῦ ἐμίσησα." Καὶ Ῥουβὴν πρωτότοκος, ἀλλ' ἀπεβλήθη, εἰς τὴν περὶ Χριστοῦ ἐπαγγελίαν, Ἰούδα προτιμηθέντος. Θεὸς μὲν οὖν, τὸ ἐπ' αὐτῷ, καὶ γεννᾷ καὶ ὑψοῖ, καὶ δίδωσι τοῖς ἀξίοις εἰπεῖν, "Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς." Οἱ δὲ ἐξ Ἰσραὴλ ἠθέτησαν αὐτὸν, οὐ φοβηθέντες ὡς Θεὸν, οὐχ ὡς πατέρα τιμήσαντες. Τὸ γὰρ σέβας τοῖς εἰδώλοις ἀπένειμαν, λέγοντες "Τῷ ξύλῳ· Θεός μου εἶ