4
πινακίῳ διπλῷ κατὰ τῆς κλίνης κειμένῳ συνέχεται. τὸ δὲ πινάκιον μικρῷ ἐοικὸς ὑ[.....] διαπορθμεύει τῷ ποθουμένῳ τὸν ἔρωτα. 18 Τὴν γὰρ δὴ Φαίδραν τουτὶ τὸ λαμπάδιον ὑποθάλπει τοῦ Ἔρω̣τ̣ο̣ς̣ καὶ τὸν ῥυθμὸν αὐτὸς διαλύει τοῦ σώματος καὶ τὴν διάνοιαν πρὸς ἃ μὴ πρέπει βιάζεται φέρειν. τί γὰρ αὐτῇ καὶ δράσει Ἔρως [·······]αται καὶ σκιρτᾷ κατ' ἀέρος τοῖς πτεροῖς ἀνεχόμενος δεξιᾷ τε χειρὶ ἑνί τε ταύτης δακτύλῳ δείκνυσι μετέωρον ἐν χρώμασι τὸν Ἱππόλυτον. θατέρᾳ δὲ τὸν πυρσὸν ἀνάπτει, ὁμοῦ τῇ θέᾳ τῆς καρδίας ἁπτόμενος μέσης. Ἱππολύτο̣υ̣ [δὲ] τῶν στέρνων ἐπὶ τῆς εἰκόνος τὰ χρώματα ἀρκοῦντα μέρη τῇ χρείᾳ· ταῦτα γὰρ καὶ μᾶλλον παρασκευάζειν οἶδε τὸν ἔρωτα. ὁ [μὲν οὖν φι]λόθηρος ἐμφαίνει τοῦτο τῷ δόρατι· τοσοῦτον δὲ φαίνει τῆς χλανίδος, ὅσον τοῦ σώματος. 19 Ὁ δέ τις Ἔρως ὑφεδρεύων καὶ τοῖς ποσὶν ἐνηλλαγμένως ἱστάμενος παρασκευάζει τὴν ἐκ μέλανος ὕλην τοῖς γράμμασιν, ὅσα δὴ γραφέντα μηνῦσαι μέλλει τῷ Ἱππολύτῳ τὸν ἔρωτα. καὶ τῇ λαιᾷ ταύτην ἀνέχων, θατέρᾳ ταύτῃ τὴν γραφίδα φέρων ἐνέθηκε, μέλλων ἐπιδοῦναι τῇ Φαίδρᾳ. ἡ δὲ λαβοῦσα γράψει· "Μέχρι δὴ τίνος σωφρονήσεις, Ἱππόλυτε; Φαίδρα δὲ ποθεῖ σε καὶ βούλεται". 20 ∆ιακονήσει δὲ τῇ χρείᾳ τραγική τις γραῦς, αὐτὸ τῆς πολιᾶς τὸ βαθύτατον, τίτθη τις, ὡς ἔοικεν, οὐκ ἐν καιρῷ φειδομένη τῆς Φαίδρας. τοῖς δὲ τῶν γυναικῶν ἐντριβεῖσα παθήμασιν, οἶδεν οἷς προσέχει καὶ προσανέπτη μετέωρος καὶ ἔστιν ὅλη τοῦ ἔρωτος· καὶ τὸ πάθος ἐπισταμένη, ὅμως ἐρωτᾷ τι καὶ διδάσκει τοῖς δακτύλοις ταῦτα ὑποσημαίνουσα καὶ λέγειν ἔοικε· "Τί πέπονθας, ὦ τέκνον; τί δὲ τοσοῦτον ἠπόρησαι; γράφε καὶ θάρρει καὶ δέχου με τῇ χρείᾳ διάκονον". πείθει τὴν Φαίδραν εἰποῦσα καὶ οἴχεται. μᾶλλον δὲ ταύτην, ἐν ὅσῳ καὶ πάρεστιν, ὅρα δὴ πρεσβυτικῶς ἐσταλμένην. φαιὰ μὲν ἐσθὴς ὡς ἐπὶ γήρᾳ, τάχα δὲ καὶ πάθει δεσποίνης. συγκύψασα δὲ διαλέγεται, ὥσπερ οἱ λάθρᾳ φθεγγόμενοι, μὴ καὶ λάθῃ Θησεὺς ἐν προσποιήσει καθεύδοντος τῶν ῥημάτων αἰσθόμενος. συγκύπτει δὲ πρὸς τὴν ἰξὺν χεῖρα λαιὰν ἐπερείσασα, μὴ καὶ πέσῃ πρηνὴς λαθοῦσα βιαζομέ νου τοῦ γήρως. γυμνοῖ δὲ τοῦ σώματος οὐδὲν ὅτι μὴ πρόσωπόν τε καὶ χεῖρα τῆς ἀναβολῆς ἐκ μέσου προελθοῦσαν τοῦ πήχεως. καὶ πολιαὶ ταύτῃ χαλαρῷ δεσμῷ τῆς κεφαλῆς προκύπτουσιν ὀλισθήματι. 21 Καὶ ταύτην μέν, ἐπεί γε θέλει, πρὸς Ἱππόλυτον πέμψωμεν· τὰς δὲ παρ' αὐτὴν θεραπαίνας σκοπήσωμεν. ὧν ἡ μὲν ἀγνοοῦσα τὴν κεκτημένην, πρὸς ὅ τι δήπου καὶ κέχηνε, τῆς παρισταμένης ἠρέμα πυνθάνεται, προσώπῳ συνάψασα πρόσωπον καὶ παρειᾷ παρειὰν ἐπιψαύουσα. ψιθυρίζειν γὰρ ἔοικε, μὴ κακόν τι λάβῃ, τὰ τῆς δεσποίνης φιλοπευστοῦσα παθήματα. ἡ δὲ τῷ νῷ πάλαι συλλαβοῦσα τὸ πρᾶγμα παρακινδυνεύει τι τῆς ἐρωτώσης πρὸς εὔνοιαν καὶ λανθανούσῃ χειρὶ δεικνύντα τείνασα δάκτυλον τῆς ἑτέρας τὸ βλέμμα κατ' εὐθὺ τῆς εἰκόνος ἀνέτεινεν. ἡ δὲ γυμνοῖς βραχίοσι τὸν ἐνόντα κόσμον ἐμφαίνουσα, ὑποκειμένῃ † πλησίον τῇ δεξιᾷ καθιδρύσασα, ἄκροις δακτύλοις πρὸς ἄκραν γένυν ἀνάγεται καὶ τὴν κεφαλὴν ἀνασπάσασα καραδοκεῖ τὴν εἰκόνα καὶ συνερᾷ τάχα τῇ δεσποίνῃ λανθάνουσα. 22 Παρ' αὐτὰς δέ τις ἁβροτέρα κόρη καὶ ποιητικῶς εἰπεῖν ξανθοκάρηνος τὸν Φαίδρας ἄγει κόσμον ἐν κοιτίδι που κείμενον καὶ τῇ λαιᾷ ταύτην ἀνέχει, τῇ δὲ ἑτέρᾳ τὰ χρυσία κατὰ μέρος ἀνάγειν ἐθέλουσα. τοσοῦτον γὰρ ἡ κεκτημένη περίκειται κόσμον, ὅσον τῇ κατ' οἶκον ἁρμόσει διαίτῃ, ἀμφιδέτας τε καὶ περιβραχιόνια· ὅρμοι τε περὶ τῇ δέρῃ καὶ τοῖς ὠσὶν ἑλικτῆρες καὶ χρυσῆ ταινία τὴν κεφαλὴν περισφίγγουσα Ἰνδικῶν λίθων διαδοχῇ περικλείεται. οἱ δὲ πόδες ἐπί τινος ἀνέχονται δίφρου γυμνῷ τῷ κάλλει προλάμποντες· καὶ ὁ ἐκ τοῦ χρυσοῦ περιὼν κόσμος μικροῦ τὸ λευκὸν ἐπεσκίαζεν, οὗ ἦν τὸ φυσικὸν κάλλος κατὰ παντὸς ἐπικτήτου φέρον τινὰ νικητήρια. 23 Ἀλλ' εἰ δοκεῖ νῦν, ὦ φιλότης, τῶν βασιλείων προελθόντες σὺν Ἱππολύτῳ θηράσωμεν, οὐ μὰ ∆ία λαγὼν ἢ ἔλαφον ἤ τινα τάχα καὶ λέοντα. ἀργεῖ γὰρ ἀπ' αὐτῶν ἡ γραφὴ πρὸς σωφροσύνην ἠσχολημένη. ὄρη ταυτὶ καὶ πεδία ὕλη τε πολλὴ καὶ κυνηγέται καὶ ποίμνια. Ἱππόλυτος καὶ ∆άφνη τῶν