ἔλαττον· τοῦ γὰρ ἀοιδίμου Ταρασίου τοῦ πατριάρχου πάλαι τὸν βίον μετηλλαχότος, ἤκουσε τοῦτον Μιχαήλ τινα ἐξ ὀνόματος καλέσαι, καὶ ἐπιπηδή 612 σαντα ἐπιπλῆξαι λέοντα καιρίαν καὶ κατὰ κρημνοῦ ὠθῆσαι ἄβυσσον ἔχοντος. 8. Ἀπὸ δὲ τῶν ἡμερῶν τοῦ ἀθέου Λέοντος ἦλθον οἱ Βούλγαροι μηδενὸς αὐτοὺς ὑπαντῶντος ἢ κωλύοντος ἕως τῆς πόρτης· καὶ ποιήσας ὁ Κροῦμος θυσίαν κατὰ τὸ ἔθος αὐτοῦ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἔθυσε ἀνθρώπους καὶ κτήνη πολλά· καὶ εἰς τὸν αἰγιαλὸν τῆς θαλάσσης βρέξας τοὺς πόδας αὐτοῦ καὶ περικλυσάμενος, καὶ ῥαντίσας τὸν λαὸν αὐτοῦ καὶ εὐφημισθεὶς ὑπ' αὐτῶν, διῆλθεν μέσον τῶν παλλακίδων αὐτοῦ προσκυνηθεὶς ὑπ' αὐτῶν καὶ δοξασθείς, καὶ ταῦτα θεωρούντων ἐκ τοῦ τείχους πάντων, καὶ μηδενὸς τολμῶντος κωλῦσαι αὐτὸν ἢ ἀπολῦσαι βέλος κατ' αὐτοῦ. καὶ ποιήσας πάντα τὰ ἐπιθυμητὰ αὐτοῦ καὶ ἅπερ ἐβούλετο, περιεκύκλωσεν τὴν πόλιν καὶ ἔβαλεν χάρακα ἐπ' αὐτῇ, καὶ ποιήσας ἡμέρας τινὰς καὶ πραιδεύσας τὰ ἔξωθεν τῆς πόλεως ἤρξατο ζητεῖν πάκτα χρυσίου καὶ ἱματισμοῦ ἀριθμὸν πολὺν καὶ κοράσια ἐπίλεκτα ποσότητα τινά. καὶ δὴ ποιήσας ὁ Λέων βουλὴν μετὰ τῶν ἀρχόντων ἐδήλωσε τὸν Κροῦμον ὅτι ἐλθὲ ἕως τοῦ αἰγιαλοῦ μετὰ ὀλίγων τινῶν μὴ ἐπιφερομένων ὅπλα, καὶ ἡμεῖς ἐξερχόμεθα διὰ τῆς θαλάσσης ἄοπλοι μετὰ χελανδίου, καὶ συλλαλοῦμεν, καὶ ἅπερ ᾐτήσω πάντα ποιοῦμεν. καὶ ταῦτα διαλαλήσαντες, διὰ τῆς νυκτὸς ἐξαγαγόντες τινὰς ἐνωπλισμένους τρεῖς ἄνδρας, κατέκρυψαν αὐτοὺς ἐν δωματίοις τισὶ τῶν Γάλλης ἔξωθεν τῆς πόρτης τῶν 613 Βλαχερνῶν, δώσαντες αὐτοῖς σύσσημον ὅτι διαλεγομένων ἡμῶν μετὰ τοῦ Κρούμου, σημεῖόν τι ἔχομεν ποιῆσαι, ὅπερ θεασάμενοι ἐξέλθατε καὶ ἀποκτείνατε αὐτόν. καὶ τῇ ἐπαύριον ὄντων τῶν Βουλγάρων ἐπὶ τὸ μέρος τῶν ἁγίων Ἀναργύρων ἔξωθεν τῆς πόλεως, κατῆλθεν ὁ Κροῦμος ἐπὶ τὴν θάλασσαν κατὰ τὴν συνταγὴν μετὰ ἄλλων τριῶν, τὸν λογοθέτην αὐτοῦ καὶ Κωνσταντῖνον τὸν λεγόμενον τοῦ Πατζικοῦ φυγόντος εἰς Βουλγαρίαν πρὸ πολλῶν τῶν, ἔχοντα καὶ τὸν υἱὸν αὐτοῦ ὄντα ἐξ ἀδελφῆς τοῦ Κρούμου· τινες τέσσαρες ἐξελθόντες ἐκ τοῦ λαοῦ αὐτῶν ἄοπλοι κατῆλθον ἕως τῆς θαλάσσης κατὰ συνταγήν, μὴ γινώσκοντες τὸ ἔνεδρον αὐτῶν. λοιπὸν δὲ καὶ οἱ ἐκ τῆς πόλεως ἐξῆλθον μετὰ χελανδίου βουλόμενοι συλλαλῆσαι μετὰ τοῦ Κρούμου, καὶ λαβόντες λόγον ἐξῆλθον τοῦ καραβίου· καὶ ἀποκαβαλικεύσας ὁ Κροῦμος ἐκάθισεν ἐπὶ τοῦ ἐδάφους, καὶ τὸν ἵππον αὐτοῦ ὁ υἱὸς Κωνσταντίνου στρωμένον καὶ χαλινωμένον ἐκράτει. καὶ διαλεγομένων αὐτῶν ἐποίησεν ὁ εἷς τῶν ἐκ τῆς πόλεως τὸ σημεῖον, ὃς ἦν Ἑξαβούλης, τῇ χειρὶ τὴν κεφαλὴν ἀποσκεπάσας. ὃν ἰδὼν ὁ Κροῦμος καὶ σκανδαλισθεὶς ἀνεπήδησεν· καὶ ἔχων ἕτοιμον τὸν ἵππον, σηκώσαντες αὐτὸν οἱ μετ' αὐτοῦ, ἐκαβαλίκευσεν. καὶ ἀνέκραζεν ὁ λαὸς ἀπὸ τοῦ τείχους "ὁ σταυρὸς ἐνίκησεν." καὶ αὐτὸς ἤρξατο φεύγειν. καὶ ἐξελθόντες οἱ ἐνωπλισμένοι ἐκ τῶν δωμάτων κατεδίωξαν ὀπίσω τοῦ Κρούμου, καὶ ἀπολύσαντες αὐτῶν τὰ βέλη ὡς ᾠήθησαν ὅτι ἐπλήγωσαν αὐτόν, αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς τὸν λαὸν αὐτοῦ. οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. 614 καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνσταντῖνος δὲ καὶ ὁ υἱὸς αὐτοῦ ζῶντες ἐπιάσθησαν. 9. Λοιπὸν οὖν τούτων γενομένων θυμωθεὶς ὁ Κροῦμος ἐκέλευσε τῇ ἐπαύριον ἐμπυρίσαι καὶ καταστρέψαι πάντα τόπον· καὶ ἀρξάμενοι ἐμπυρίζειν κατέκαυσαν πάσας τὰς ἐκκλησίας τὰς ἀντίπεραν τῆς πόλεως, μεγάλας οὔσας, ἃς ἀνεκαίνισαν Εἰρήνη καὶ Νικηφόρος καὶ Μιχαήλ· ὁμοίως καὶ τὰ μοναστήρια καὶ τὰ παλάτια καὶ τοὺς οἴκους καὶ τὰ προάστεια. καὶ ἐλθόντες εἰς τὸν ἅγιον Μάμαντα ἐνεπύρισαν τὰ ἐκεῖσε παλάτια καὶ τοὺς βασιλικοὺς κοιτῶνας, καὶ τοὺς κίονας κατέκλασαν, καὶ τοὺς μολίβδους ἐπῇραν καὶ τὰ ζῳδία τοῦ ἱπποδρομίου, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν κατέσφαξαν, ὁμοίως καὶ τὰ κτήνη. καὶ διελθόντες τὴν παραθαλασσίαν τοῦ Στενοῦ καὶ τὴν ἄνω πάντα τὰ ἐμπόρεια κατέκαυσαν, καὶ ἄραντες σκῦλα πολλὰ ᾤχοντο. καὶ πιάσαντες τὸ δεξιὸν μέρος τῆς πόλεως πρὸς