τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83
ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ
πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς περὶ ἑαυτοῦ δύο δόξας ὁ κύριος, καὶ γινώσκεσθαι μὲν αὐτοῖς ὁπόθεν ἐστὶν, διότι μήτηρ αὐτοῦ ἡ Μαρία, ἔχειν δὲ ἅμα καὶ τὸ ἄγνωστον, ὅτι ἐστί τε καὶ ἐλήλυθεν ἐκ θεοῦ. διὸ μὴ αὐθάδη τινὰ καὶ αὐτοχειροτόνητον εἶναι διδάσκαλον ἑαυτόν, ἀλλὰ θεοῦ τοῦ πατρὸς ἀπεσταλκότος ἥκειν ἐπὶ τὴν διδασκα λίαν, τὸν δὲ ἀποστείλαντα αὐτὸν ἐκείνοις μὲν οὐ γινώσκεσθαι, ὅτι θεοῦ γνώ σεως ἀληθινῆς ἀπεῖχον ὡς πορρωτάτω ὅσον καὶ τῇ γνώμῃ καὶ ταῖς πράξεσιν ἀφεστήκασιν αὐτοῦ. εἰκότως δὲ ἑαυτὸν γινώσκειν τὸν πατέρα, ὅτι καί ἐστι παρ' αὐτοῦ· γνωστότατον γὰρ τὸ οἰκειότατον. 37 Jο 7,39-44 Ὡς τῆς σαρκὸς κοινωνίαν πρὸς ἡμᾶς ἀναδεξάμενος τοῦ πνεύματος ἔμελλεν παρέξειν οὐ πρότερον ἀνθρώποις ἁγιασμὸν τὸν ὄντως δεδομένον πρὶν σαρκωθῆναι τὸν λόγον καὶ τὴν ἀνθρωπίνην ὁδὸν πᾶσαν τοῦ βίου διαδραμεῖν καὶ τὴν ἡμετέραν ἀδοξίαν εἰς δόξαν τὴν θείαν μεταγαγεῖν· ἐνταῦθα γὰρ δεκτικὴν ἤδη τὴν ἀνθρωπότητα θεὸς ἐν Χριστῷ ποιησάμενος ὡς ἰδίοις καὶ προσειλημ μένοις πνεῦμα χαρίζεται καὶ πάρεστι δὴ τὸ πνεῦμα. καὶ ἔστιν ἐν ἡμῖν ἐξ ἐκείνου· ὅτι γὰρ τὸν ἁγιασμὸν τὸν ἐν πνεύματι πνεῦμα ἡ γραφὴ καλεῖ, δηλοῦται ἐν Πράξεσι ἔνθα Παύλου πυθομένου· "εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες" ἔλεγον οἱ ἐρωτηθέντες, ὅτι "οὐδ' εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν", τοῦτο λέγοντες, ὅτι, εἰ δέδοται πνεύματος ἁγιασμὸς ἀνθρώποις, οὐκ ἀκηκόασιν, ἐπεὶ ὅτι γέ ἐστι πνεῦμα θεοῦ, πάλιν ἐπεβεβόητο παρὰ ταῖς θείαις γραφαῖς. μὴ θαυμάζωμεν οὖν, εἰ καὶ πάλαι τοῦ πνεύματος ἐνεργοῦντος ἐν τοῖς προ φήταις ἴδιον τῆς ἀναστάσεως τοῦ κυρίου τὸ δῶρον εἶναι λέγεται· ἕτερον γὰρ πνεύματος ἐνέργεια προφητικὴ καὶ ἕτερον ἁγιασμὸς καὶ ἀνακαίνωσις υἱοὺς θεοῦ τοὺς γυναικῶν γεννητοὺς ἀποφαίνουσα. καὶ τῷ μὲν υἱοθετοῦντι ἁγιασμῷ πολλάκις ἕπεται καὶ προφητεία, ὁπότε αὐτῆς δέοι, τῇ προφητείᾳ δὲ ἀναγέννησις οὐ συνῆν, ὅτι οὐδέπω ἦν πνεῦμα ἅγιον. οὐκ ἐπὶ τὴν ὑπόστασιν ἀναφέρει, ἀλλ' ἐπὶ τὴν ἐνέργειαν· οὐδέπω γὰρ ἐνήργει ἐν τοῖς μαθηταῖς, ἐπείπερ οὐκ ἂν περὶ τῆς ὑποστάσεως τοῦ πνεύματος εἶπεν, ὅτι οὔπω ἦν, (ἀλλὰ δηλονότι ἦν), περὶ δὲ τῆς χάριτος τῆς ἐπὶ τοὺς ἀποστόλους μελλούσης ἔρχεσθαι καὶ δι' ἐκείνων ἐπὶ τοὺς λοιπούς. ἐκεῖνο γὰρ οὔπω ἦν, ἐπείπερ ἐν τοῖς δεχομένοις καὶ τὸ χάρισμα λαμβάνει καὶ τὴν μείωσιν δέχεται πολλάκις διὰ τὴν τῶν λαμβανόντων αὐτοκακίαν. ἀλλὰ Φαρισαῖοι πάλιν τὴν περὶ αὐτῶν γνώμην τοῦ πλήθους ἀφέντες ἐβουλεύθησαν μὲν αὐτὸν συλλαβέσθαι διὰ τῶν ὑπηρετῶν. ἥψατο δὲ οὐδεὶς πάντων ὑπὸ τῆς θείας κωλυομένων χάριτος. 38 Jο 7,50 Εἷς ὢν καὶ αὐτὸς τῶν πεπιστευκότων καὶ σὺν τοῖς ἐπαράτοις ταγεὶς ἀνθυβρίζει αὐτοὺς ἠρέμα ἐπαράτους δεικνὺς ὡς καταψηφισαμένους τῶν πιστευ σάντων πρὸ τοῦ γνῶναι, εἰ ἀλόγως ἐπίστευσαν.
39 Jο 8,19 Ἐπειδὴ ἠρώτων ὡς περὶ ἀνθρώπου τόπῳ περιεχομένου· ποῦ ἐστιν ὁ
πατήρ σου, θαυμασίως εἴρηκεν τὸ μὴ εἰδέναι αὐτοὺς τὸν πατέρα τοῦτο πάσχοντας διὰ τὸ καὶ τὸν υἱὸν μηδὲν ἕτερον ἢ σάρκα νομίζειν τὴν ἐν τόπῳ θεωρουμένην. εἰ δ' ἐπίστασθε, φησίν, ὅτι καὶ ὁ υἱὸς εἰ καὶ σάρκα πεφόρηκεν, οὐδὲν ἧττόν ἐστιν ὑπὲρ σάρκα, ἐπεγινώσκετε ἂν καὶ τὸν πατέρα μηδεμίᾳ τοπικῇ περιοχῇ κατεχόμενον, ἀλλὰ πάντα ἐν ἑαυτῷ φέροντα. 40 Jο 8, Θαυμάζων ὁ εὐαγγελιστὴς φαίνεται ἐπὶ τοιαύτῃ παρρησίᾳ λόγων καὶ ἐλέγχοις τοιούτοις, μηδένα δὲ δύνασθαι κατασχεῖν τὸν κύριον, καίτοι γε μεμη νότων ἐπὶ τούτῳ καὶ παρεσκευασμένων ἁπάντων. ἀλλ' ὅμως ἐν μέσοις αὐτοῖς ἐν τῷ ἱερῷ πρὸς τῷ γαζοφυλακίῳ διδάσκων ἔλεγεν, ἐπαρρησιάζετο, θεότητος παρεῖχε τεκμήρια, τὴν ἐκείνων ἄγνοιαν ἤλεγχε ἐπὶ τούτοις καὶ οὐδεὶς ὁ προσαψάμενος. 41 Jο 8,21 Τοῖς οὐδὲν ἀπολαύσασι τῆς παρουσίας αὐτοῦ τὸν ἀνιαρὸν ὄλεθρον ἀπειλεῖ καὶ μάλα εἰκότως· οἱ γὰρ ἐκ τοῦ ἰατροῦ παρόντος μόνην ἴασιν μὴ
5