Fragmenta in epistulam ad Romanos
Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.
εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς ἐν ἐκείναις ταῖς ἡμέ ραις, διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐπὶ διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς, καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ λέγον τες, γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν· τὴν τοῦ πνεύματος ἐν τούτοις ἐνέρ 65 γειαν εἰς καρδίας ἐπαγγελλόμενος, δι' ἧς καὶ ἱλασμὸς παρὰ θεοῦ γίνεται, τῶν μὲν τῆς ἁμαρτίας ἐκλογισμῶν τῶν κατὰ τὸν νόμον ἀνιεμένων, τῆς δὲ πνευματικῆς ἀνεξικακίας τὸν ἱλασμὸν ἐπιχωρούσης. καὶ μὴν καὶ διὰ τοῦ Ἐζεκιὴλ δώσιν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν ἐπαγγέλλεται εἰς τὴν τῶν ἰδίων θελημάτων ἐν ἡμῖν πλήρωσιν. ὥστε καλῶς καὶ ἐν τοῖς προκειμένοις ὁ ἀπόστολος τὴν κατὰ Χριστὸν ζωὴν ὁριζόμενος, οὐκ ἐν γράμματι καὶ τὸ τῆς ἁμαρτίας παραλύεσθαί φησι καθ' ἡμῶν ἰσχυρόν, ἅτε δὴ τοῦ πνεύμα τος οὐκ εἰς γνῶσιν αὐτῆς καὶ τὴν διὰ ταύτης κατάκρισιν ἐπιδημοῦντος, ἀλλ' εἰς ἀναίρεσιν μὲν ἁμαρτίας, δικαιοσύνης δὲ ἐνέργειαν οὐκ ἀν θρωπίνης ἀλλὰ θεϊκῆς, ὡς καὶ ἐν ἀρχῇ δικαιοσύνην θεοῦ διὰ τοῦ εὐαγγελίου εἶπεν ἀποκαλύπτεσθαι.
Rom 7,8 Τοῖς μὲν οὐκ ἀκούσασι νόμον φυσικῶς ἡ τούτου γνῶσις ἐγγίνεται, καθὰ καὶ πρότερον εἴρηκεν ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιοῦντα, γραπτὸν ἐνδείκνυσθαι τὸ ἔργον τοῦ νόμου ἐν ταῖς ἑαυτῶν καρδίαις· τοῖς δὲ ὑπὸ νόμον τὸ τοῦ νόμου γράμμα καὶ τὴν φυσικὴν ἔννοιαν ἀνακινεῖ, κατη χουμένοις ὑπὸ τοῦ διδασκάλου πρὸς τὸ καὶ συνιέναι τὸ καλὸν καὶ τὸ φαῦλον ἀφ' ἑαυτῶν δύνασθαι. Rom 7,10 Νόει γοῦν μοι, φησί, μὴ τεθέντα πρῶτον νόμον, ὡς νῦν οὐ πάρεστι τοῖς ἔτι νηπίοις καὶ συνιέναι μὴ δυναμένοις, ἐνταῦθα οὐκ ἔστιν ἐπιτίμησις· ἄγνοια γὰρ ἀνεύθυνον κόλασιν οὐχ ὑπόκειται. μετὰ ταῦτα ἐπεισιοῦσαν θεώρει τὴν ἐντολήν· ἐνταῦθα κατεξανίσταται καθ' ἡμῶν ἡ ἁμαρτία, προσγενομένης τῆς γνώσεως καὶ μηκέτι τῆς ἀγνοίας τὴν ὀργὴν ἀφιστάσης τὴν ἐπὶ τοῖς γινομένοις. οὕτω δὲ ζῇ μὲν ἡ ἁμαρτία δύναμιν καὶ ἰσχὺν λαμβάνουσα, ἀποθνήσκει δὲ ὁ ἄνθρωπος τῇ γνώσει κατα δικαζόμενος, καὶ περιίσταται τὸ ζωοποιοῦν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ ταύτης δήπου καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως ἐπι τίμιον συνίσταται. Rom 8, Πᾶσα, φησίν, ἡμᾶς ἡ κτίσις ἀναμένει καὶ τὸν καιρὸν ὁπότε ἐπὶ τῆς προσηκούσης ἡμῖν δόξης ὀφθησόμεθα ποθεῖ, ὡς μηδὲν εἶναι λαμπρότερον τῆς περὶ ἡμᾶς ἐσομένης εὐδοξίας. ἀκόλουθον δὲ υἱοῖς 66 θεοῦ τὴν κτίσιν ἕπεσθαι, κτῆμα οὖσαν θεοῦ· ἐλευθέρῳ γὰρ τὸ δοῦλον ἀκολουθεῖ, καὶ υἱῷ τὸ κτῆμα διὰ τὴν εὐγένειαν ὑποτέτακται. καὶ ἡ πρὸς τὸν πατέρα οἰκείωσις τοῖς υἱοῖς ὑποτάττει τὸ δοῦλον. δῆλον δὲ ὅτι κατὰ χάριν ἔχοντες τὸ υἱοὶ εἶναι θεοῦ διὰ τὴν τοῦ πνεύματος, ὡς προείρηκεν, μετουσίαν, κατὰ χάριν ἔχομεν τὸ ἡγεμονικὸν ἐν τῇ κτίσει τῇ δόξῃ τοῦ ἀληθοῦς υἱοῦ δεξάμενοι· ὥστε μὴ εἶναι παρὰ δόξαν τὸ τὴν τοσαύτην καὶ τοιαύτην κτίσιν ἀνθρώποις ὑποτετάχθαι, μικροῖς ἐν τῇ κτίσει φαινομένοις.
Rom 8,33-34 Λέλυκε, φησίν, ἡ ἐκλογὴ τὰ ἐγκλήματα, καὶ τὴν κατάκρισιν προανῄρηκεν ἡ δικαίωσις· ὥστε οὔτε νόμος καταδικάζων, οὔτε ἄρχοντες τοῦ αἰῶνος τούτου κατέσχοντες ὑφ' ἁμαρτίαν τὸν ἄνθρωπον καὶ διὰ τῆς ἁμαρτίας ἐπὶ δουλείαν θανάτου καθέλκοντες, ἰσχυροὶ καθ' ἡμῶν ἔτι γενήσονται. ἀλλὰ παύεται μὲν τὸ τοῦ νόμου φοβερὸν χάριτι Χριστοῦ νικώμενον, ἐξασθενεῖ δὲ ἡ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου πονηρία τῇ ἀγαθότητι τοῦ δι' ἡμᾶς σφαγιασθέντος καὶ ἑκουσίως ἑαυτὸν ἐκδεδωκότος εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός, εἰ καὶ ἐπῆλθεν ἀνάστασις τὸν
5