5
ἡ ἁμαρτία. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ μήτηρ τῆς ἁμαρτίας· ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ τοῦ θανάτου. Ἡδονὴ τροφὸς τοῦ αἰωνίου σκώληκος, ἣ πρὸς καιρὸν μὲν καταλεαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις. Οὐδὲν ἄλλο βοᾷ ἡ ὑπέρθεσις ἢ ταῦτα· βασιλευσάτω ἐν ἐμοὶ πρῶτον ἡ ἁμαρτία, εἶτα βασιλεύσει ποτὲ καὶ ὁ Κύριος. Παρα στήσω μου τὰ μέλη ὅπλα ἀδικίας τῇ ἀνομίᾳ· εἶτα παραστήσω ποτὲ καὶ ὅπλα δικαιοσύνης αὐτὰ τῷ Θεῷ. Οὕτω καὶ Κάϊν προσέφερε τὰς θυσίας· τὰ πρῶτα τῇ ἀπολαύσει τῇ ἑαυτοῦ, τὰ δεύτερα τῷ κτίσαντι καὶ δωρησαμένῳ Θεῷ. Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσαναλίσκεις. Ὅτε ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδὲν αὐτοῖς ἔστι χρήσασθαι, ἀλλ' ἀνάγκη κεῖσθαι διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν παραλυ θέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη οὐ σω φροσύνη, ἀλλ' ἀκολασίας ἀδυναμία. Νεκρὸς οὐ στε φανοῦται· οὐδεὶς δίκαιος δι' ἀδυναμίαν κακοῦ. Ἕως ἔστι σοι δύναμις, λόγῳ κράτει τῆς ἁμαρτίας. Τοῦτο γάρ ἐστιν ἀρετή· ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονηρίας οὔτε ἐπαίνων αὐτὴ καθ' ἑαυτὴν, οὔτε κολάσεων ἀξιοῦται. Ἐὰν δι' ἡλι κίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ἀπό τινος ἀνάγκης ἐξειργομένους.
Τίς δέ σοι καὶ τὸν ὅρον τῆς ζωῆς ἔπηξε; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισε; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἁρπαζό μενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; Οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὸ βάπτισμα; ὅτε οὐδὲ φθέγξασθαι δυνήσῃ τὰ σωτήρια ῥήματα, τάχα δὲ οὐδὲ ἀκοῦσαι καθαρῶς ἐπιτραπήσῃ, αὐτῇ τῇ κεφαλῇ ἐνοικούσης τῆς νόσου· οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ συνθέσθαι Θεῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ οὐδὲ συνετῶς ἐπακολουθῆσαι μυσταγωγού μενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, ἆρα ᾔσθου 31.437 τῆς χάριτος, ἢ ἀναισθήτως ἔχεις τῶν γινομένων. Ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρῃ. Μίμησαι τὸν εὐνοῦχον. Εὗρεν ἐκεῖνος τὸν κατ ηχοῦντα, καὶ οὐχ ὑπερεῖδε τὴν μάθησιν, ἀλλ' ἐπὶ τὸ ἅρμα ἀνεβιβάσατο τὸν πένητα ὁ πλούσιος, τὸν ἰδιώ την καὶ εὐκαταφρόνητον ὁ σοβαρὸς καὶ ὑπέρογκος· καὶ διδαχθεὶς τὸ Εὐαγγέλιον τῆς βασιλείας, ἐδέξατο μὲν τῇ καρδίᾳ τὴν πίστιν, οὐκ ἀνεβάλετο δὲ τὴν σφραγῖδα τοῦ Πνεύματος. Ἐπειδὴ γὰρ ἀπήντησαν ὕδατι, Ἰδοὺ, φησὶν, ὕδωρ. Ἐκ περιχαρείας ὁ λόγος· Ἰδοὺ τὸ ζητούμενον, Τί κωλύει με βαπτισθῆναι; Ὅπου προαίρεσις ἑτοίμη, τὸ κωλύον οὐδέν. Ὁ γὰρ καλῶν φιλάνθρωπος, ὁ διάκονος εὐτρεπὴς, ἡ χάρις ἄφθονος· ἡ προθυμία ἐνυπαρχέτω, καὶ τὸ ἐμποδίζον οὐκ ἔσται. Εἷς ἐστιν ὁ κωλύων, ὁ ἐμφράσ σων ἡμῖν τὰς εἰς σωτηρίαν ὁδοὺς, ὃν νικήσωμεν τῇ συνέσει. Ἐκεῖνος τὸν ὄκνον ἡμῖν ἐμποιεῖ· ἡμεῖς δια ναστῶμεν πρὸς ἐργασίαν. Ἐκεῖνος διακένοις ἐπαγγε λίαις τὰς καρδίας ἡμῶν ἐξαπατᾷ· ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύεσθαι; ∆ιὰ τοῦτο ὁ Κύριος, ἀναλύων αὐτοῦ τὰς πονηρὰς συμβουλίας, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς μου ἀκούσητε. Ἐκεῖνος λέ γει· Τὴν σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Θεῷ. Ὁ Κύριος ἀντιβοᾷ· Σήμερον τῆς ἐμῆς φωνῆς ἀκού σατε. Νόησον τὸν ἐχθρόν· οὐ τολμᾷ συμβουλεῦσαι καθόλου ἀποστῆναι Θεοῦ (οἶδεν, ὅτι βαρὺ τοῦτο ἀκοῦ σαι Χριστιανοῖς), ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχείρησιν. Σοφός ἐστι τοῦ κακοποιῆσαι. Συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. Τὴν οὖν σήμερον κλέπτων ἡμῶν διὰ τῆς μεθοδείας, τῆς αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. Εἶτα, ἐπειδὰν ἡ αὔριον ἔλθῃ,