1

 2

 3

 4

 5

 6

5

συμπτωμάτων ἑκάστῳ τί θενται· ἐνταῦθα δὲ οὐδεὶς τῶν ὄντων ἀστέρων τὴν βασιλικὴν γέννησιν ἐσήμαινεν, οὐδ' αὐτὸς τῶν συν ήθων ἦν. Οἱ γὰρ τῇ κτίσει συγκαταβληθέντες ἐξ ἀρχῆς ἤτοι ἀκίνητοί εἰσι διὰ παντὸς, ἢ τὴν κίνησιν ἄπαυστον ἔχοντες· ὁ δὲ φανεὶς οὗτος ἀμφότερα φαί νεται ἔχων, καὶ κινούμενος καὶ ἱστάμενος. Καὶ ἐν μὲν τοῖς ἤδη οὖσιν οἱ μὲν κατεστηριγμένοι οὐδέποτε κι νοῦνται, οἱ δὲ πλανῆται οὐδέποτε ἵστανται· ὁ δὲ ἀμ φότερα ἔχων ἐν αὑτῷ, καὶ κίνησιν καὶ στάσιν, δῆλός ἐστιν οὐδετέροις προσήκων. Ἐκινήθη μὲν γὰρ ἀπὸ ἀνατολῶν μέχρι Βηθλεέμ· ἔστη δὲ ἐπάνω οὗ ἦν τὸ 31.1472 παιδίον.

∆ιὰ τοῦτο κινηθέντες οἱ μάγοι ἀπὸ ἀνατο λῶν τῇ ὁδηγίᾳ ἀστέρος ἑπόμενοι, ἐπιστάντες τοῖς Ἱεροσολύμοις, πᾶσαν μὲν ἐτάραξαν τῇ ἑαυτῶν ἐπι δημίᾳ τὴν πόλιν, φόβον δὲ τῷ βασιλεῖ τῶν Ἰουδαίων ἐνῆκαν. Εὑρόντες οὖν ὃν ἐζήτουν, δώροις ἐτίμησαν, χρυσῷ, καὶ λιβάνῳ, καὶ σμύρνῃ· τάχα που τῇ προ φητείᾳ τοῦ Βαλαὰμ ἀκολουθοῦντες καὶ ἐνταῦθα, ὃς περὶ τοῦ Χριστοῦ τοιαῦτα εἶπε· «Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἀνα στήσει αὐτόν; Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ἐπεὶ οὖν διὰ μὲν τοῦ λέοντος τὸ βασιλικὸν ὁ λόγος ἐνδείκνυται, διὰ δὲ τῆς κατακλίσεως τὸ πάθος, διὰ δὲ τῆς τοῦ εὐλογεῖν δυνάμεως τὴν θεότητα, ἀκολουθοῦντες τῇ προφητείᾳ οἱ μάγοι, ὡς μὲν βασιλεῖ τὸν χρυσὸν, ὡς δὲ τεθνη ξομένῳ τὴν σμύρναν προσήνεγκαν, ὡς δὲ Θεῷ τὸν λίβανον. Οὐ μὴν οὐδ' ἐκεῖνο τοῖς περιέργως τὰ κατὰ τὸν τόκον ἐκλαμβάνουσιν εἰπεῖν ὑπάρχει, ὅτι ὁ ἀστὴρ τοῖς κομήταις παραπλήσιος ἦν, οἵπερ μάλιστα δοκοῦσι βασιλέων διαδοχὰς δηλοῦντες κατ' οὐρανὸν ἵστασθαι. Ἀκίνητοι γὰρ καὶ οὗτοι ὡς ἐπίπαν εἰσὶν, ἐν περιγραπτῷ τόπῳ τῆς ἐκκαύσεως γινομέ νης. Κομῆται γὰρ καὶ δοκίδες καὶ βόθυνοι διάφορα σχήματα, καὶ προσηγορίαι οἰκεῖαι τοῖς σχήμασι. Πάντων δὲ γένεσις ἡ αὐτή. Ὅταν γὰρ πλημμύρῃ ὁ περὶ τὴν γῆν ἀὴρ, καὶ εἰς τὸν αἰθέριον τόπον ὑπερ χυθῇ, καὶ οἱονεὶ ὕλην τῷ πυρὶ παρασχόμενος τὸ παχὺ καὶ τεθολωμένον τῆς ἐντεῦθεν ἀναφορᾶς, ἀστέρος ἐναργῆ φαντασίαν παρέχεται. Ὁ μέντοι φανεὶς ἐπὶ τῆς ἀνατολῆς, κινήσας τοὺς μάγους πρὸς τὴν ζήτη σιν τοῦ γεννηθέντος, πάλιν ἀφανὴς ἦν ἕως οὗ ἀπο ρουμένοις αὐτοῖς ἐπὶ τῆς Ἰουδαίας δεύτερον ἐξεφά νη, ὥστε ἀκοῦσαι τίνος ἦν, καὶ τίνι ὑπουργεῖ, καὶ διὰ τίνα γεγέννηται. Ἐλθὼν γὰρ ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. ∆ιὸ καὶ ἰδόντες οἱ μάγοι ἐχάρησαν χαρὰν μεγάλην. ∆εξώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην τὴν μεγάλην χαρὰν ἐν ταῖς καρδίαις ἡμῶν.

Ταύτην γὰρ εὐαγγελίζονται τὴν χαρὰν τοῖς ποιμέσιν οἱ ἄγγελοι. Μετὰ μάγων προσκυνήσωμεν, μετὰ ποιμένων δοξά σωμεν, μετὰ ἀγγέλων χορεύσωμεν, «Ὅτι ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,» οὐκ ἐν μορφῇ Θεοῦ, ἵνα μὴ διαπτοήσῃ τὸ ἀσθενοῦν, ἀλλ' ἐν μορφῇ δούλου, ἵνα ἐλευθερώσῃ τὸ δουλωθέν. Τίς οὕτως νω θρὸς τὴν ψυχὴν, τίς οὕτως ἀχάριστος, ὡς μὴ χαίρειν καὶ ἀγαλλιᾶσθαι καὶ φαιδρύνεσθαι ἐπὶ τοῖς παροῦσι; Κοινὴ ἑορτὴ πάσης τῆς κτίσεως· αὕτη τῷ κόσμῳ δωρεῖται τὰ ὑπερκόσμια· τοὺς ἀρχαγγέλους πέμπει πρὸς τὸν Ζαχαρίαν, καὶ πρὸς τὴν Μαρίαν· καὶ χοροὺς ἀγγέλων ἵστησι τοὺς λέγοντας· «∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐ δοκία. Ἀστέρες διατρέχουσιν ἐξ οὐρανοῦ· μάγοι 31.1473 κινοῦνται ἐκ τῶν ἐθνῶν· γῆ ὑποδέχεται ἐν σπηλαίῳ· οὐδεὶς ἀσυντελὴς, οὐδεὶς ἀχάριστος. Φθεγξώμεθά τινα καὶ ἡμεῖς φωνὴν ἀγαλλιάσεως· ὄνομα θώ μεθα τῇ ἑορτῇ ἡμῶν Θεοφάνια· ἑορτάσωμεν τὰ σωτήρια τοῦ κόσμου, τὴν γενέθλιον ἡμέραν τῆς ἀνθρωπότητος. Σήμερον ἐλύθη ἡ καταδίκη τοῦ Ἀδάμ. Οὐκέτι, «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·» ἀλλὰ τῷ οὐρανίῳ συν αφθεὶς πρὸς οὐρανὸν ἀναληφθήσῃ. Οὐκέτι, «Ἐν λύ παις τέξῃ τέκνα·» μακαρία γὰρ ἡ ὠδίνασα τὸν Ἐμμανουὴλ, καὶ μαστοὶ οἱ ἐκθρέψαντες. ∆ιὰ τοῦτο «Παιδίον ἐγεννήθη