1

 2

 3

 4

 5

 6

 7

 8

5

αὐτοῦ ἀπο κινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε. Τοσαῦτα συμβέβηκε τῷ λαῷ. Τοιαῦτα πέπονθεν ὁ πατὴρ διὰ τὴν τῶν υἱῶν παρανομίαν, ὃς καίπερ τοῦ μὲν ἰδίου βίου ἕνεκεν οὐδὲν ᾐτιάθη ποτέ· καὶ αὐτοῖς δὲ ἐκείνοις οὐχ ὑπέμεινεν ἐφησυχάσαι, ἀλλὰ πολλὰ μὲν παρῄνει περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐπιμένειν· Μὴ, τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν· σφοδρότερον δὲ κατασκευάζων τῆς ἁμαρτίας τὸ μέγεθος, φοβερώτε ρον αὐτοῖς παρίστη τὸν κίνδυνον· Ἐὰν γὰρ ἁμαρ τάνων ἁμάρτῃ ἄνθρωπος, φησὶν, εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον. Ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ὅμως, ἐπειδήπερ, ὡς εἶπον, οὐχὶ τὸν πρέποντα ζῆ λον κατ' αὐτῶν ἐπεδείξατο, γέγονε τὰ εἰρημένα. Τοιαῦτα μὲν οὖν πλεῖστα ὅσα κατὰ τὴν Παλαιὰν ∆ια θήκην εὑρίσκω τὰ κατὰ πάσης παρακοῆς κρίματα· αὖθις δὲ ὅταν ἐπὶ τὴν Καινὴν ἔλθω, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἀπολύσαντος μὲν τῆς τι μωρίας οὔτε τὰ κατὰ ἄγνοιαν, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος, δι' ὧν φησιν· Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας ἑαυτὸν, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσε ται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πλη γῶν, δαρήσεται ὀλίγας· ὅταν εὕρω αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὰς τοιαύτας ἀποφάσεις, καὶ τῶν ἁγίων ἀποστόλων τὴν κατὰ τῶν ἁμαρτανόν των ἀγανάκτησιν· τὰ τοιαῦτα καὶ τηλικαῦτα πάθη, τῶν καὶ ἓν ὁτιοῦν ἡμαρτηκότων, οὐχ ἥττονα τῶν ἐκ τῆς Παλαιᾶς εἰρημένων, μᾶλλον δὲ καὶ πλείονα, καταμανθάνω τοῦ κρίματος τὴν σφοδρότητα.

Ἐπεὶ καὶ Ὧ παρέθεντο πολὺ, περισσότερον ἀπαιτή σουσιν αὐτόν. Ἰδοὺ τοίνυν καὶ ὁ μακάριος Παῦλος ὑποδεικνὺς ὁμοῦ τῆς τε κλήσεως τὸ ἀξίωμα καὶ τὴν 31.668 κατὰ παντὸς ἁμαρτήματος ἀγανάκτησιν, οἷά φησι· Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρό μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλω τίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· οὐ μόνον δὲ, ἀλλὰ Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆ σαι πᾶσαν παρακοήν. Ἔνθα καὶ ἐξετάσαντα τῶν εἰρημένων ἕκαστον ἐπιμελέστερον, ἔνεστι γνῶ ναι τὸ βούλημα τῆς θείας Γραφῆς ἀκριβέστερον, ὡς οὐκ ἀφῆκεν ἡμᾶς ἠπατημέναις τισὶ δόξαις πλάζε σθαι τὴν ἑκάστου ψυχὴν εἰς ἁμαρτίας ὄλισθον, οἰομέ νην τινὰ μὲν τῶν ἁμαρτημάτων ἐκδικεῖσθαι, τινὰ δὲ ἀφίεσθαι ἀνεκδίκητα. Ἀλλὰ τί φησι; Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ὡς πᾶν ἁμάρτημα, διὰ τὴν ἐπὶ τῷ θείῳ προστάγματι καταφρόνησιν, ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λέγεσθαι, ὅπερ καὶ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν δηλοῦται τρα νότερον. Ἐπειδὴ γὰρ, τὰ ἀκούσια τῶν ἁμαρτημάτων ἀπαριθμησάμενος, καὶ τὰς ἐπ' αὐτοῖς θυσίας διατα ξάμενος ὁ Θεὸς, ἔμελλεν ἤδη καὶ περὶ τῶν ἑκουσίων νομοθετεῖν τῷ λαῷ τὰ προσήκοντα, οὕτως ἄρχεται· Καὶ ψυχὴ ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας (χεῖρα ὑπερηφανίας καλῶν τὴν τόλμαν τῶν ἑκουσίως ἁμαρτανόντων, ὅπερ ὁ Ἀπόστολος ὕψωμα ἐπαι ρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὀνομά ζει), ψυχὴ οὖν, φησὶν, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας, ἢ ἀπὸ τῶν αὐτοχθόνων, ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, καὶ ἐξ ολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτῆς. Ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσε ται ἡ ψυχὴ ἐκείνη· ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ. Παρατηρητέον ἐνταῦθα ἐκεῖνο, ὅτι, ἐὰν μὴ ἐκτρίψει ἐκτριβῇ ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς μὴ ἐπιδειξα μένους τὸν ἀγαθὸν ζῆλον, καθὼς πολλαχοῦ γέγρα πται, καὶ πολλάκις γέγονε. Καὶ ἵνα ἐκ τῶν ἡττόνων παιδευθῶμεν τὸν ἐπὶ τοῖς μείζοσι φόβον, τὴν κατὰ ἱερέως ἢ κριτοῦ παρακουόντων ἀγανάκτησιν οἵαν ποιεῖται ἐν τῷ ∆ευτερονομίῳ καταμάθωμεν. Λέγει οὖν· Καὶ ἄνθρωπος, ὃς ἐὰν ποιήσῃ ἐν