De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
σταύρωσιν, καὶ ἀσπαζόμενοι τὸν πατριάρχην, ἀποχαιρετίζουσιν αὐτόν, καὶ εἰσέρχονται ἐν τῷ πρὸ τοῦ μητατωρίου ὄντι εὐκτηρίῳ, κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ ἀσπαζόμενοι τὸν τίμιον σταυρόν, ἐν ᾧ πάντα τὰ σύμβολα τοῦ πάθους τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ ἐμφέρονται, εἰσέρχονται ἐν τῷ μητατωρίῳ. Ὅτε δὲ μέλλουσι τὰ ἅγια δῶρα τῇ ἁγίᾳ τραπέζῃ προσαχθῆναι, εἰσέρχονται οἱ πραιπόσιτοι, καὶ ὑπομιμνήσκουσι τοὺς δεσπότας, καὶ περιτιθέασιν αὐτοὺς τὰς ἑαυτῶν χλαμμύδας, καὶ ἐξέρχονται οἱ δεσπόται μετὰ τῶν χλαμμύδων αὐτῶν ἀποσκέπαστοι, καὶ διέρχονται διὰ τοῦ δεξιοῦ μέρους τῆς αὐτῆς ἐκκλησίας μετὰ τοῦ κουβουκλείου καὶ τῆς συγκλήτου, ὀψικευόμενοι ὑπὸ τῶν σκήπτρων καὶ τῶν λοιπῶν σκευῶν, καὶ ἀπέρχονται ὄπισθεν τοῦ ἄμβωνος· ἐκεῖσε γὰρ τὰ ἅγια σκεύη ἵστανται ἐκδεχόμενα, καὶ αἱ τῶν δεσποτῶν λαμπάδες ἐκεῖσε οὕτως ἵστανται ἅπτουσαι. Καὶ δὴ παραγενομένων ἐκεῖ τῶν δεσποτῶν, αἴρουσιν οἱ πραιπόσιτοι τὰς λαμπάδας, καὶ ἐπιδίδωσιν ἐν ταῖς χερσὶ τῶν δεσποτῶν, καὶ ὀψικεύουσιν οἱ δεσπόται μετὰ τῶν λαμπάδων τὰ ἅγια, μετὰ καὶ τῆς συγκλήτου καὶ τοῦ κουβουκλείου. Καὶ τὰ σκῆπτρα καὶ τὰ λοιπὰ σκεύη ἵστανται ἐν ταῖς οἰκείαις τάξεσι, καὶ οἱ δεσπόται ἀπερχόμενοι διὰ τῆς σωλέας, ἵστανται ἔξω τῶν ἁγίων θυρῶν, ὁ μὲν πρῶτος δεσπότης δεξιᾷ, ὁ δὲ δεύτερος ἀριστερᾷ, τιθέντες τὰς τούτων λαμπάδας ἐν τοῖς στήθεσι τῶν ἁγίων 1.13 θυρῶν. Τὰ δὲ ἅγια εἰσερχόμενα εἰς τὴν σωλέαν ἵστανται, καὶ ἔρχεται ὁ ἀρχιδιάκονος, καὶ θυμιᾷ τοὺς δεσπότας, καὶ εἶθ' οὕτως τὸν πατριάρχην, καὶ μετὰ τοῦτον τὴν ἁγίαν τράπεζαν· καὶ εἶθ' οὕτως εἰσέρχονται πάντα τὰ ἅγια, καὶ μετὰ τὸ εἰσελθεῖν πάντα ἀποχαιρετίζουσι οἱ δεσπόται τὸν πατριάρχην, καὶ διέρχονται διὰ τοῦ δεξιοῦ μέρους τοῦ βήματος ἔξωθεν, καὶ εἰσέρχονται ἐν τῷ μητατωρίῳ, καὶ μετὰ τοῦτο ἐξέρχονται πάλιν οἱ δεσπόται ἐν τῷ αὐτῷ σχήματι εἰς τὴν ἀγάπην, καὶ ἐν τῷ δεξιῷ μέρει τοῦ βήματος πρὸς τὸ μητατώριον, ἵσταται ὁ πατριάρχης ἔνδον τῶν κιγκλίδων, καὶ ἐν πρώτοις οἱ δεσπόται ἀσπάζονται τὸν πατριάρχην ἱστάμενοι ἔξω τῶν κιγκλίδων, καὶ μετ' ἐκεῖνον τόν τε σύγκελλον καὶ τοὺς μητροπολίτας καὶ ἀρχιεπισκόπους καὶ τὸν πρωτοπαππᾶν τῆς Μεγάλης Ἐκκλησίας καὶ τοὺς ἄρχοντας τοῦ πατριάρχου· εἰσάγονται δὲ οὗτοι πάντες οἱ τοὺς δεσπότας ἀσπαζόμενοι διὰ χειρὸς τοῦ ῥεφερενδαρίου, καὶ εἶθ' οὕτως πάλιν ἀσπάζονται τὸν πατριάρχην, καὶ ἵστανται ὑποκάτω ὀλίγον τῶν κιγκλίδων, καὶ ἀσπάζονται τοὺς τῆς συγκλήτου πάντας· πάντες γὰρ οὗτοι διὰ χειρὸς τοῦ τῆς καταστάσεως εἰσάγονται· καὶ ἀποχαιρετίζοντες οἱ δεσπόται τὸν πατριάρχην, εἰσέρχονται ἐν τῷ μητατωρίῳ. Ὅτε δὲ φθάσῃ ἡ κοινωνία, πάλιν ἐξέρχονται οἱ δεσπόται ἐν τῷ προειρημένῳ σχήματι, καὶ ἀπέρχονται ἐν τῷ δεξιῷ μέρει τοῦ βήματος, καὶ δέχονται κἀκεῖσε τὴν ἁγίαν κοινωνίαν, καὶ ἀσπαζόμενοι κατὰ τὸ εἰωθὸς τὸν πατριάρχην, εἰσέρχονται ἐν τῷ μητατωρίῳ, καὶ κραματίζουσιν ἐκεῖσε μετὰ τῶν μεγιστάνων καὶ οἰκειοτέρων ἀνθρώπων τῆς συγκλήτου· καὶ μετὰ τὸ κραματίσαι τοὺς δεσπότας εἰσέρχονται οἱ πραιπόσιτοι μετὰ καὶ τῶν ἐπὶ τῶν ἀλλαξίμων, καὶ ἐπιτιθέασι τοῖς δεσπόταις τὰς 1.14 ἑαυτῶν χλανίδας, καὶ εἶθ' οὕτως εἰσάγουσιν οἱ αὐτοὶ πραιπόσιτοι τὸν πατριάρχην, καὶ ἀσπάζεται τοὺς δεσπότας, καὶ συνέξεισιν αὐτοῖς ἕως τῆς μικρᾶς θύρας τῆς εἰσφερούσης πρὸς τὸ Ἅγιον Φρέαρ. Ἐν γὰρ τῇ φλιᾷ τῆς αὐτῆς θύρας ἵστανται οἵ τε δεσπόται καὶ ὁ πατριάρχης, ὁ δὲ πραιπόσιτος καὶ ὁ ἄργυρος ἵστανται ἔξω τῆς αὐτῆς θύρας· καὶ δὴ διὰ χειρὸς τοῦ ἀργύρου λαμβάνει ὁ πραιπόσιτος τὰ χρυσᾶ βαλάντια καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς δίδωσι τοῖς μέλλουσι ταῦτα λαμβάνειν, κράζοντος δηλονότι τοῦ ἀργύρου· Τῷ ὁ δεῖνα, δεσπόται ἀγαθοί· εἰσὶ δὲ οἱ λαμβάνοντες ταύτην τὴν εὐεργεσίαν διὰ χειρὸς τοῦ δεσπότου ὅ τε ἀρχιδιάκονος καὶ οἱ ὀστιάριοι καὶ οἱ ψαλταὶ καὶ οἱ πένητες καὶ οἱ προσμονάριοι. Καὶ μετὰ ταῦτα ἐξέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ εἰσέρχονται ἐν τῷ βήλῳ τῷ κρεμαμένῳ εἰς τὸ Ἅγιον Φρέαρ, καὶ στέφει αὐτοὺς ὁ πατριάρχης. Καὶ μετὰ τὸ στεφθῆναι αὐτοὺς λαμβάνουσιν ἐκ χειρὸς τοῦ πατριάρχου τὰς εὐλογίας, ἤτοι προσφοράς, καὶ ἀντιδίδουσι ταύτας τοῖς πραιποσίτοις, καὶ μετὰ ταῦτα δίδωσι τοῖς δεσπόταις ὁ πατριάρχης τὰ ἀλειπτά, καὶ ἀντιλαμβάνει παρὰ τῶν δεσποτῶν τὰ ἀποκόμβια· καὶ ἀσπάζονται οἱ δεσπόται τοῦτον, καὶ ἐξίασι τοῦ Ἁγίου Φρέατος. Καὶ γίνεται πρώτη δοχὴ ἔξω τοῦ Ἁγίου Φρέατος. Καὶ δέχεται κἀκεῖσε τὸ μέρος τῶν Βενέτων μετὰ καὶ τοῦ ἑαυτῶν δημάρχου, καὶ ἀκτολογοῦσι τοὺς δεσπότας κατὰ τὸ εἰωθός· λιβελλάρια γὰρ οὐ δίδονται ἐν τῇ ὑποστροφῇ τῶν δεσποτῶν καθὼς καὶ ἐν τῇ ἀφίξει