φιλοποιοῦντες αὐτῷ. μακάριοι οἱ τοιοῦτοι ὡς μιμησάμενοι τὸν υἱὸν τοῦ θεοῦ· υἱοὶ γὰρ κληθήσονται ἀθανασίας μετασχόντες ἤτοι συμβασιλεύσουσι τῷ Χριστῷ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. 40 Mt 5, 9 Εἰρηνοποιοί εἰσι καὶ οἱ τοὺς ἀπίστους μεταπείθοντες πι στεῦσαι ὡς τοὺς πάλαι ἐχθροὺς τοῦ θεοῦ εἰρηνοποιοῦντες αὐτῷ. Εἰρηνοποιοὶ λέγονται καὶ οἱ πείθοντες τοὺς ἀπίστους πιστεύειν τῷ θεῷ. 41 Mt 5, 13 Ἅλας καλεῖ τὴν φρόνησιν, ἧς ἔμπλεός ἐστιν ὁ ἀποστολικὸς λόγος, ὃς σπαρεὶς ἐν ταῖς ἡμετέραις ψυχαῖς τὸν τῆς σοφίας ἡμῖν ἐνοικίζει λόγον, ὃς διὰ τὸ νόστιμον καὶ χαρίεν τούτῳ παρείκασται· ὅνπερ γὰρ τρόπον ἄνευ ἁλὸς οὔτε ἄρτος οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστολικῆς συνέσεως καὶ διδασκαλίας πᾶσα ψυχὴ καὶ μωρὰ καὶ ἄνοστος καὶ οὐχ ἡδεῖά ἐστι παρὰ τῷ θεῷ. 43 Mt 5, 14 Τὸ δὲ οὐ δύναται πόλις· οἱ ἐπὶ τῇ πίστει ἱδρυμένοι ὡς ἐπ' ὄρους ὑψηλοῦ οὐκ ὀφείλουσι λαθραίως ἢ μετὰ δειλίας λαλεῖν τὸν λόγον. 44 Mt 5, 14 Φῶς δὲ αὐτοὶ κατὰ μετοχὴν γενόμενοι ὅτε ζῆτε οὐκέτι αὐτοί, ζῇ δὲ ἐν ὑμῖν τὸ φῶς, ὁ Χριστός, δυνάμενος διὰ λόγου καὶ ὅλον φωτίζειν τὸν κόσμον. 46 Mt 5, 18 Ἀντὶ τῆς σαρκικῆς λατρείας εἰσήγαγεν ὁ κύριος τὴν "ἐν πνεύματι καὶ ἀληθείᾳ"· καὶ τάχα ἅπερ οὐδὲ σαρκικῶς ἐποίουν οἱ Ἰουδαῖοι, ταῦτα καὶ νῦν πνευματικῶς οἱ Χριστοῦ μαθηταὶ ποιοῦσιν. διό φησιν· ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. δηλονότι οὐ πάντα ἐποίησαν οἱ Ἰουδαῖοι, ἢ κἂν ἐποίησαν, ἐπαύ σαντο τοῦ ποιεῖν μηκέτι συγχωρούμενοι ποιῆσαι αὐτά, πῇ μὲν διὰ τὸν φόβον τῶν βασιλέων, πῇ δὲ καὶ τὸ καταλελύσθαι τὸν ναόν, ἐν ᾧ μόνῳ ἔδει τὰς θυσίας ἐπιτελεῖσθαι. 47 Mt 5, 19 Θεομάχος, φησίν, κληθήσεται ὁ τὴν ἐλαχίστην τῶν ἐν τῷ νόμῳ ἐντολῶν ἀθετῶν. διὸ καὶ ἀθετεῖται παρὰ θεοῦ ὡς αὐτῷ ἀνθιστάμενος καὶ ἀντινομοθετῶν. 48 Mt 5, 19 Ὁ ἀθετῶν μίαν τῶν τοῦ νόμου ἐντολῶν ἀθετεῖται παρὰ τοῦ θεοῦ ὡς θεομάχος καὶ ἀντινομοθετῶν τῷ θεῷ. καὶ νῦν ἐκ τοῦ εὐαγγελικοῦ νόμου δέχεται τὴν τιμωρίαν, ἣν νόμος πάλαι οὐκ ἦν ὁρίσας. διὸ καὶ ἀκολούθως λέγει ὁ Χριστός, "ὅτι οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι". ὃ γὰρ ἐκεῖ ἔλειπε, ὧδε ἀνεπλήρωσεν, οἷον ἐν τῷ νόμῳ ἐλέ χθη· "ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ" καὶ "ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου ὑποπεπτωκὸς ὑπὸ τὸν γόμον, συνέγειρον αὐτὸ μετ' αὐτοῦ". ταῦτα εἰ παρέβη τις, οὐκ ἦν τιμωρία ὁρισθεῖσα ὑπὸ τοῦ νόμου. ἣν ἀποπληρῶν ὁ Χριστός φησιν, ὅτι ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὁ τοιοῦτος ἐξουθενηθήσεται. ταύτην οὖν καλεῖ ἐλαχίστην ἐντολήν, ἐφ' ἣν οὐκ ἦν ἐκ παραβάσεως ἐπαγομένη κόλασις. 49 Mt 5, 19 ∆ιὰ τοῦτο καὶ ὁ Μωϋσέως νόμος τὸ διχηλοῦν δέχεται, ἵνα δι' αἰνιγμάτων ἡμᾶς διδάξῃ δι' ἀμφοτέ ρων ὁδεύειν διά τε λόγου καὶ πρά ξεως. Οἶμαι δὲ καὶ τὸ δίχηλον ἐν τῷ νόμῳ τοῦτο σημαίνειν, τὸ διὰ λόγου καὶ πράξεως ὁδεύειν ἡμᾶς καὶ μήτε πράττειν ἀλόγως μήτε λόγον ἔχειν πράξεως χωρίς. εἰ δέ τι ἐκ τῶν τοιούτων εἶναι βούλεται μεμονωμένον, πρᾶξις ἔστω λοιπὸν καὶ μὴ λόγος· λόγος γὰρ ἀχαλίνω τος κατὰ κρημνῶν ὤθησε πολλάκις τοὺς κεκτημένους, πρᾶξις δὲ οὐδέ ποτε. 50 Mt 5, 23 Τὸ εἰπεῖν ἐὰν προσφέρῃς τὸ δῶρόν σου καὶ ἑξῆς τοῦτο δηλοῖ, ὅτι τρόπον σωτηρίας καὶ διαφυγὴν τιμωρίας τοῖς ἁμαρτάνουσιν ἐφεῦρεν ὁ θεὸς τὴν μετάγνωσιν, καὶ τὴν τοῦ λελυπημένου θεραπείαν ἀνατροπὴν ἔσεσθαι τιμωρίας φησίν. ἐπειδὴ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, οὐκ ἀγαπᾷ τὸν κύριον, εἰκότως τὸν ὄντα ἐν λύπῃ τοῦ ἀδελφοῦ οὐ προσδέ χεται ὡς μὴ ἀληθῶς αὐτῷ προσιόντα. 51 Mt 5, 23-24 ∆ιδάσκει ἡμᾶς ἐνταῦθα ὁ σωτὴρ τὴν τιμωρίαν διαφυγεῖν ἁμαρτά νοντας. ἡ τοίνυν μετάγνωσις ἐπὶ τοῖς ἁμαρτήμασι καὶ ἡ πρὸς τὸν λυπη θέντα ἀφ' ἡμῶν παράκλησις καὶ ἡ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος αἴτησις καὶ τὸν ἀδελφὸν θεραπεύει καὶ τὸν θεόν. 52 Mt 5, 25-26 Ὁ μέντοι κοδράντης σημαίνει τὸ τέταρτον τοῦ ἲν μέτρου. οὗτος κατὰ τὴν Ἑβραίων φωνὴν δύο ἐστὶν ὀβολοί,