1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

5

μεγαλοφρονούντων ἐπὶ τῷ τῆς κατασκευῆς ὀχυρῷ, θείῳ Πνεύματι συνορῶν τὴν ἐσχάτην ἐρημίαν αὐτοῦ, καὶ τὴν ὑπὸ τοῦ Κυρίου μέλλουσαν Ἐκκλησίαν καθ' ὅλης οἰκοδομεῖσθαι τῆς οἰκουμένης, ἀντιπαρατιθεὶς τῇ παρ' αὐτοῦ κατασκευῇ τοῦ ναοῦ, ἐκείνην τε προκρίνει καὶ ὑπεράγαται, τὴν τότε παρουσίαν ἐλέγχων ὡς πρόσκαιρον καὶ μηδὲ πρὸς βραχὺ συνισταμένην ἄνευ Θεοῦ φυλακῆς· ἅπερ νῦν εἰς καιρὸν ᾖσε τῶν ἐκ Βαβυλῶνος ἐπανιόντων, ἐσπουδακότων περὶ τὴν ἀνάκτισιν τοῦ ναοῦ, καὶ φρονούντων ἐπὶ τούτῳ μεγάλα μέν. Εἰ γάρ φησιν, Ἔστ' ἂν ὁ Κύριος φυλάττῃ, τοῦ δὲ φύλακος ἀναχωρήσαντος, ἔρημος ἔσται, ματαίας ἐσομένης τῆς ἐξ ἀνθρώπων σπουδῆς· ἐπὶ μὲν τοῦ ναοῦ, οἰκοδόμον εἰσάγει τὸν Κύριον· ἐπὶ δὲ τῆς πόλεως, ἀνθρώπους μὲν οἰκοδόμους, φύλακα δὲ τὸν Θεόν· χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Θεοδοτίων, καὶ ἡ εʹ ἄρτον εἰδώλων ἐξέδωκαν εἰκότως· τὸ γὰρ Ἑβραϊκὸν τὸ ἀσεβεῖν ἔχει, ὅπερ καὶ ἐν ἑτέροις εἴδωλον ἑρμηνεύεται· προορᾷ δὲ τῷ πνεύματι Σολομῶν, ὡς οἱ μέλλοντες οἰκεῖν τὸν ὑπ' αὐτοῦ γινόμενον οἶκον, εἰδώλοις προσκείσονται, δαίμοσι λατρεύοντες ἐν αὐτῷ· λέγει τοίνυν, μετὰ τὴν ἀναχώρησιν αὖθις ἐπὶ τοῦτον ἐλθεῖν, καὶ τοῦτο συνεχῶς ἐκ διαλειμμάτων ποιεῖν τί γὰρ ὄφελος τὸν τόπον τιμᾷν, τοῖς διὰ τῆς εἰδωλολατρείας μακρύνουσιν ἑαυτοὺς τοῦ Θεοῦ; Ὅθεν ὁ Σύμμαχος ἔφη· Μάταιον ὑμῖν ἐξ ὄρθρου ἀνίστασθαι εἰς τὸ οἰκῆσαι, ἢ εἰς τὸ ὑμνῆσαι.

ΨΑΛΜΟΣ ΡΚΖʹ.

Ἀκολούθως τῇ πρὸ ταύτης ᾠδῇ ἡ κλησις τῶν ἐθνῶν διὰ ταύτης κηρύσσεται·

οἱ γοῦν φοβούμενοι τὸν Κύριον, ἕτεροι λέγονται εἶναι παρὰ τὸν Ἰσραὴλ, καὶ παρὰ τὸ κρεῖττον ἐν τῷ Ἰσραὴλ τάγμα, λέγω δὲ τὸ ἱερατικόν· δηλοῖ δὲ τοῦτο ὁ φάσκων λόγος· Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· καὶ μετὰ ταῦτα· Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· καὶ πάλιν· Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς· εὐλόγησε τὸν οἶκον Ἰσραήλ· εὐλόγησε τὸν οἶκον Ἀαρών· καὶ μετὰ ταῦτα· Εὐλόγησε 24.21 τοὺς φοβουμένους τὸν Κύριον. Ἀκολούθως οὖν τούτοις νοήσεις τοὺς ἐπὶ τῆς παρούσης ᾠδῆς μακαριζομένους· οὗτοι δὲ ἦσαν πάντες οἱ φοβούμενοι τὸν Κύριον· κρείττων δέ ἐστιν, καὶ ἐπαναβεβηκὼς τοὺς φοβουμένους τὸν Κύριον, ὁ ἐν τελείᾳ γεγενημένος ἀγάπῃ· Ἔξω γὰρ ἐκβάλλει ἡ τελεία ἀγάπη τὸν φόβον· καὶ οἱ μὲν φοβούμενοι, ἐν πολλαῖς ὁδοῖς πορεύσονται· τάχα δὲ ὁ ἀγαπῶν ἐν μιᾷ, τῷ εἰρηκότι, Ἐγώ εἰμι ἡ ὁδὸς, ἐφ' ἣν καὶ αἱ πολλαὶ ὥσπερ εἰς λιμένα καταντῶσιν· καὶ καλῶς εἶπεν· Μακάριοι πάντες· κἂν δοῦλος, κἂν δεσπότης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁτιοῦν, οὐδὲν τούτων κωλύει τὸν μακαρισμὸν τοῦτον, ὃν αὐτός φησιν· ὁ δὲ παρὰ ἀνθρώποις μακαρισμὸς, ἐπισφαλής τε καὶ περίτρεπτος, καὶ λόγῳ μόνῳ πλαττόμενος, μυρίαις δὲ περιστάσεσι περιαντλούμενος· ἀλλ' οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων τούτων ἀπηλλαγμένος ἐν γαλήνῃ κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριότητα. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι. Οἱ λοιποὶ κόπον χειρῶν ἐξέδωκαν· ὡς ἐπὶ γεωργοῦ δέ φασιν ἅπερ ἐγεώργησε καρπουμένου· καὶ τὸν ἐναθλοῦντα τῇ τῆς θεοσεβείας ὁδῷ, τροφὴν ἑαυτῷ θησαυρίζοντα πρὸς τὴν μέλλουσαν ζωὴν ἀναλογοῦσαν οἷς κατεβάλετο πόνοις· καὶ ἀρετὴ δὲ καὶ πόνος ὁ κατὰ Θεὸν, ἔστι τροφὴ καὶ χαρὰ τῇ ψυχῇ· τοιοῦτος μὲν ὁ φοβούμενος τὸν Κύριον· ὁ δὲ ἀγαπῶν, ὡς ἤδη τέλειος φάγεται τὸν οὐράνιον ἄρτον· κατὰ τὸ, Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ οὐρανῶν. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα. Καὶ κατὰ τὸ ῥητὸν, ὡς ἀτελεῖ δίδοται ταῦτα φοβουμένῳ τὸν Κύριον, ἀλλ' οὐχὶ τῷ