οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως ἔχει πᾶσα ἡ χρῆσις κατὰ τὸ τέλος, ἀλλὰ Ἴστρος τοιαύτας παρθένους ἐξεύχεται τρέφειν ὅ θ' ἁγνὸς Φᾶσις.) Καὶ Σωτάδης ἐν Ἀδώνιδι φησὶν τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ' ἐπακοῦσαι. τοῦτον δὲ τὸν Σωτάδην ἀνεῖλε Πτολεμαῖος ὁ Φιλά δελφος ἐλεγχθεὶς καὶ ὑβρισθεὶς ἐξ αὐτοῦ, ὅτι συγγε γένηται τῇ οἰκείᾳ ἀδελφῇ ὁ Πτολεμαῖος. -Ἔστι δὲ τὸ μέτρον ἰωνικὸν ἀπὸ μείζονος. γίνεται δὲ τὸ καθα ρὸν ἰωνικὸν ἀπὸ μείζονος ἀπὸ σπονδείου καὶ πυρ ριχίου ἕως ἔξω. ἔστι δ' ὅτε ἡ <πρώτη> μακρὰ εἰς δύο βραχείας διαλύεται, [ἔστι δ' ὅτε τὴν πρώτην συλ λαβὴν μόνην] ὥστε τὸ σχῆμα γενέσθαι τοιοῦτον· ἀπὸ δύο βραχειῶν καὶ μακρᾶς, εἶτα ἀπὸ δύο βραχειῶν τὴν δευτέραν βάσιν καὶ λοιπὸν ἐφεξῆς. καὶ καλεῖται τὰ 191 τὸ τοιοῦτον σχῆμα ἔχοντα κοινὴ λύσις· [τὸ αὐτὸ καὶ ἐπὶ τῆς πέμπτης βάσεως ἐστὶν ἐνταῦθα· ἀπὸ γὰρ μα κρᾶς καὶ δύο βραχειῶν ἐστι] κοινὴ γὰρ εὑρίσκεται τοῦ ἀπὸ μείζονος καὶ τοῦ ἀπ' ἐλάσσονος ἰωνικοῦ μέτρου. οὐσῶν γὰρ δύο μακρῶν καὶ δύο βραχειῶν, ἐὰν τὴν πρώτην λύσω μακρὰν εἰς δύο βραχείας, ἡ κοινὴ γίνε ται λύσις. καὶ τοὐναντίον εἰς τὸ ἀπ' ἐλάσσονος, ἐὰν αἱ δύο βραχεῖαι εἰς μίαν συνέλθωσι μακράν [ἡ κοινὴ γίνεται λύσις] καὶ τὴν δευτέραν μακρὰν τοῦ σπον δείου ποδὸς διαλύσω, τὸ αὐτὸ σχῆμα δείκνυται. καὶ διὰ τοῦτο κοινὴ λύσις προσαγορεύεται. -Πόθεν οὖν δῆλον, ὅτι ἰωνικόν ἐστιν ἀπὸ μείζονος; λέγομεν ὅτι ἐκ τῆς δευτέρας καὶ τρίτης συζυγίας ὡμολόγηται, ὅτι ἐκεῖναι ἀπὸ μακρᾶς ἄρχονται· ἡ δὲ μακρὰ ἀρκτική ἐστι τοῦ ἀπὸ μείζονος ἰωνικοῦ. -Ἔστιν οὖν τοῦτο τὸ μέτρον ἰωνικὸν ἀπὸ μείζονος τετράμετρον βραχυκατά ληκτον. τετράμετρον δέ ἐστι βραχυκατάληκτον, ἐπεὶ τέσσαρας πόδας ἔχει τετρασυλλάβους παρὰ δύο συλλα βάς (διὸ καὶ βραχυκατάληκτον λέγεται)· ἔστι γὰρ ἡ πρώτη συζυγία πεντασύλλαβος (κατὰ διποδίαν γὰρ με τρεῖται), ἐκ τῆς κοινῆς λύσεως τὸν πρῶτον πόδα τρι σύλλαβον ἔχουσα. -Ἀλλ' ἡ πέμπτη συλλαβὴ διὰ διφθόγγου γράφεται ἡ ˉλˉαˉι, καὶ δοκεῖ εἶναι τὸ μέτρον χωλόν. ἀλλὰ λαμβάνομεν αὐτὴν κοινήν, λήγουσαν μὲν (τὴν συλλαβήν, οὐ μὴν τὴν λέξιν) εἰς φωνῆεν καὶ τὴν 192 ἑξῆς ἔχουσαν ἀπὸ φωνήεντος ἀρχομένην, τὴν ˉωˉν, ὥστε πάλιν καὶ κατὰ μέσην λέξιν γίνεσθαι κοινήν. (3, 19) 9Ἥ κου νῦν ἐπὶ Ληθαίου9; τοῦτο Ἀνακρέοντος (1, 4) ἐστὶν ἀντισπαστικὸν μέτρον. ἔστι δὲ τὸ ἀντισπαστικόν, ὅτι ἀπὸ σπονδείου ἄρχεται καὶ τροχαίου, ὡς ἐν τῷ γουνοῦμαί σ' ἐλαφηβόλεAnacr. 1, 1)· ὁ δεύτερός ἐστι ποὺς διίαμβος, τῆς τελευταίας ἀδια φορούσης. ἐνταῦθα οὖν ἡ ˉθˉαˉι συλλαβὴ τοῦ 20Ληθαίου20 ἐν μέσῳ λέξεως κοινή ἐστιν, ἀντὶ βραχείας παραλαμ βανομένη. (3, 20) 9Ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον9. - Λέγει ὅτι καὶ ἐν ἔπεσιν, ἤγουν ἡρωικοῖς μέτροις, γί νεται, σπανιώτερον δὲ ἐπὶ τούτων. ὅμως δὲ γίνεται καὶ ἐν ἐλεγείοις· ὅτι δὲ σπάνιον, φησί, δῆλον. Σοφο κλῆς γὰρ μὴ δυνάμενος, ἐγκωμιάζων τὸν Ἀρχέλαον, εἰς ἐλεγεῖον θεῖναι τὸ ὄνομα αὐτοῦ τοῦ Ἀρχελάου, ὅτι ἀμφίμακρον ποιεῖ ἀκάθαρτον (οὐ γὰρ ἀπήρτιζεν εἰς μέρος λόγου ἡ ˉλˉα συλλαβὴ μακρὰ οὖσα, ἵνα ποιήσῃ κοινήν), συνέστειλεν αὐτὴν καὶ ἐποίησεν ἀττικῶς Ἀρ χέλεως. ὁμοίως καὶ Παρθένιος, εἰς Ἀρχελαΐδα γρά φων καὶ μὴ θέλων ἐν ἐλεγείοις ποιεῖσθαι ἐν μέσῳ λέξεως κοινήν, ἀντὶ ἐλεγείου ἴαμβον ἐποίησεν οὕτως ἀμυσχρὸν οὔνομ' ἔσσετ' ἈρχελαΐδοςHeph. p. 4, 7193 (ἰστέον δὲ ὅτι καὶ ὁ Φιλόπονος εἰς ἐπίγραμμα Καισα ρείας ὡσαύτως ἐποίησε)· τὸ δ' ἀμυσχρὸν τινὲς ἐν αὐτῇ τῇ χρήσει ἀμυδρόν φασιν, ὃ σημαίνει τὸ ἀδύ νατον. Ἀλλὰ καὶ παρ' Ὁμήρῳ (Ξ 489) ἔστιν εὑρεῖν ἀναγκαίαν συστολήν. ἀντὶ γὰρ τοῦ Πηνελάοιο ἐποίη σεν Πηνελέοιο (4, 8). καὶ οὐ δυνατὸν εἰπεῖν αὐτὸ ἀττικόν· ἔδει γὰρ καὶ τὴν κλίσιν ἀττικὴν εἶναι Πη νέλεω. ὁ δὲ Ῥίνθων ἐν ἰάμβῳ πάλιν ἐχρήσατο ἐν μέσῳ λέξεως τῇ κοινῇ, εἶτά φησιν· Ἱππώνακτός ἐστι τὸ μέτρον, οὐκ ἐμόν· φησὶ γὰρ οὕτως ὅ σε ∆ιόνυσος αὐτὸς ἐξώλη θείη (4, 10), (οἱονεὶ ὁ αὐτὸς ∆ιόνυσός σε ἐξώλη θείη·) τὴν γὰρ ˉθˉεˉι συλλαβὴν τοῦ τελευταίου ποδὸς συνέστειλε ὡς εἶναι