ὅστις ἑκουσίως ἀπέθανε κατὰ τὸ ἀνθρώπινον ὑπὲρ τοῦ σωθῆναι τὸν κόσμον. Οὕτω πιστεύομεν ἡμεῖς τὸν ἕνα Θεὸν ἐν τριάσι, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, καθὼς ἐδίδαξεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ διότι ἐστὶν ἀληθής, πιστεύομεν, ὅτι ἐστὶ καὶ αὐτὸ ἀληθές. Καὶ οἱ μαθη ταὶ αὐτοῦ οὕτως ἐδίδαξαν ἡμᾶς πλατύτερον καὶ οὕτω νοοῦμεν καὶ ἀπὸ τῆς δυνάμεως τῆς σοφίας
. Ἑρμηνεία· Κφ. ζʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ λόγος τοῦ Θεοῦ καὶ ὁ ἄνθρωπος, ὃν ἐνεδύ θη ὁ λόγος τοῦ Θεοῦ, ἔστιν ὁ Χριστός. καὶ ἡ μὲν ζωὴ τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ αὐτοῦ ἦν ζωὴ ἀνθρώπου ὑπεραγίου, ἡ δὲ δύναμις τῆς σοφίας καὶ τῶν ἔργων αὐτοῦ ἦν Θεοῦ δύναμις.
Ἑρμηνεία· Κφ. ηʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὥσπερ ἡ ψυχὴ καὶ τὸ σῶμα τοῦ ἐνὸς ἀν θρώπου γίνεται εἷς ἄνθρωπος, οὕτως ὁ λόγος τοῦ Θεοῦ ἀφ' ἑνὸς μέρους καὶ ἀπ' ἀλλ' μέρους ἡ ψυχὴ καὶ τὸ σῶμα εἰσὶ πάντοτε δύο φύσεις μεμερισμέναι τελείως ἐν ἑνὶ ἀνθρώπῳ. Οὕτως καὶ ἡ ἀνθρωπότης καὶ ἡ θεότης εἰσὶν ἐν τῷ ἑνὶ Χριστῷ μεμερισμέ ναι τῇ φύσει τελείως, καθ' ὑπόστασιν μόνον καὶ προσωπικῶς ἡνωμέναι. Καὶ οὔτε ὁ λόγος τοῦ Θεοῦ μετεβλήθη εἰς τὴν σάρκα ἢ τὴν ψυχὴν τοῦ Χριστοῦ, οὔτε ἡ σὰρξ τοῦ Χριστοῦ ἢ ἡ ψυχὴ αὐτοῦ μετετράπη εἰς λόγον Θεοῦ, ἀλλὰ ἦν καὶ ἔστιν ἐν τῷ Χρι στῷ μετὰ τὴν ὑπερθαύμαστον αὐτοῦ οἰκονομίαν ἐκείνην ὁ μὲν τοῦ Θεοῦ λόγος, λόγος, ἡ δὲ ἀνθρωπότης, ἀνθρωπότης. Καὶ ὅτι οὐ προσέλαβεν ἡ ἀνθρωπότης τοῦ Χριστοῦ τὴν θεότητα, ἀλλ' ἡ θεότης τοῦ λόγου τοῦ Θεοῦ προσέλαβε τὴν ἀνθρωπείαν φύσιν ἐν αὐτῷ <τῷ> προσληφθῆναι σύστασιν. Πᾶν ὅπερ ἐστὶ ἐν τῷ Θεῷ καὶ ἐκ τοῦ Θεοῦ φυσικῶς Θεός ἐστι, διότι οὐκ ἔστιν ἐν τῷ Θεῷ συμβεβηκός. Καὶ διὰ τοῦτο, τὸν νοη-τὸν λόγον τοῦ Θεοῦ, Θεὸν ὀνομάζομεν καὶ πιστεύομεν. Καὶ διότι οὗτος ὁ λόγος τοῦ Θεοῦ ἦν ἐν τῷ Χριστῷ, διὰ τοῦτο τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, ἄνθρωπον μὲν διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, Θεὸν δὲ διὰ τὸν ἐν αὐτῷ λογὸν τοῦ Θεοῦ.
Ἑρμηνεία· Κφ. θʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἦν ἐν τῷ Χριστῷ καὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν τῷ Θεῷ καὶ πατρί, διότι ὁ λόγος τοῦ Θεοῦ ἐστιν ἄπειρος ὥσπερ ὁ Θεός ἐστιν ἄπειρος ὁ γεννῶν αὐτόν, ἤγουν νοῶν· καὶ ἄπειρον δύναμιν ἔχει· πλὴν ἐν τῷ Θεῷ κατὰ ἄλλον τρόπον ἦν καὶ ἐν τῷ Χριστῷ κατὰ ἄλλον καὶ ἐν τῷ κόσμῳ κατὰ ἄλλον.
Ἑρμηνεία· Κφ. ιʹ. Κείμενον· Πιστεύομεν, ὅταν ὁ Θεὸς κοινωνῇ τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς χάριτος κτίσματί τινι, οὐδαμῶς ζημιοῦται, ἀλλὰ μᾶλλον μεγαλύνεται, διότι ἐκ τῆς ἀρετῆς τῶν κτισμάτων τὸ ὕψος τοῦ Θεοῦ φανεροῦται. Καὶ ὅσον μᾶλλον βελτιοῦται τὸ κτίσμα τῇ πλείονι κοινωνίᾳ τῆς ἀγαθότητος αὐτοῦ, τοσοῦτον πλέον ἡ ἀγα-θότης τοῦ Θεοῦ καὶ ἡ δύναμις καὶ ἡ ἀγάπη δείκνυται. ∆ιὰ τοῦτο ἡ ἀγαθότης τοῦ Θεοῦ καὶ ἡ δύναμις καὶ ἡ ἀγάπη εἰς τοὺς ἀνθρώπους πλέον ἐμεγαλύνθη ἐκ τοῦ ἐλθεῖν αὐτὸν <τὸν λόγον> τοῦ Θεοῦ καὶ Θεὸν μετὰ πάσης αὑτοῦ δυνάμεως εἰς τὸν Ἰησοῦν ἢ ὅτι ἔπεμπεν εἰς τοὺς προφήτας μίαν χάριν αὑτοῦ ἢ δύο, εἰς ἄλλον μὲν προφήτην ἐλάτ-τονα, εἰς ἄλλον δὲ μείζονα.
Ἑρμηνεία· Κφ. ιαʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ Χριστὸς ἐσταυρώθη καὶ ἀπέθανεν οἰκείῳ θελήματι διὰ πολλὰς καὶ μεγάλας ὠφελείας δεομένας πολλῶν λόγων, καὶ πάντα κατὰ τὸ ἀνθρώπινον· ὁ γὰρ λόγος τοῦ Θεοῦ οὔτε σταυροῦται, οὔτε ἀποθνήσκει, οὔτε ἀνί-σταται, ἀλλὰ μᾶλλον ἀνέστησεν αὐτοὺς τοὺς νεκρούς, ὥσπερ ἀνέστησε καὶ τὴν σάρ-κα, ἣν ἐφόρεσε. Πιστεύομεν, ὅτι ὁ Χριστὸς ἀναστὰς ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ πάλιν μέλλει ἔρχεσθαι μετὰ δόξης, ἵνα κρίνῃ τὸν κόσμον.
Ἑρμηνεία· Κφ. ιβʹ. Κείμενον· Πιστεύομεν, ὅτι αἱ ψυχαὶ τῶν ἀνθρώπων εἰσὶν ἀθάνατοι, ὅτι τὰ σώματα τῶν ἁγίων ἀναστήσονται ἄφθαρτα, φωτεινά, ἐλαφρά, μήτε τροφῆς χρή-ζονται, μήτε πόσεως, μήτε ἐνδυμάτων, μήτε ἄλλης τινὸς σωματικῆς ἡδονῆς καὶ ὅτι αἱ ψυχαὶ καὶ τὰ σώματα τῶν καλῶς πιστευόντων καὶ καλῶς