ἤρξατο εὐθύς, οἷα δὴ ἄρτι πληρουμένου τοῦ κοινοῦ πάντων ἀνθρώπων λόγου, ἐπεδήμει δ' ὅμως τότε πρῶτον. Ὃ δὴ καὶ οὐ μικρόν, εἰ καὶ μὴ πάλαι, νῦν γοῦν ἀναλογιζόμενος ἐγὼ σύμβολον τίθεμαι τῆς ἱερᾶς καὶ θαυμαστῆς περὶ ἐμὲ προνοίας, τὴν συνδρομὴν ταύτην οὕτως τοῖς ἔτεσι διηριθμημένην· ἵνα τὰ μὲν φθάνοντα πάντα τήνδε τὴν ἡλικίαν, ὅσα πλάνης ἦν ἔργα, νηπιότητι καὶ ἀλογίᾳ παραδεδομένα ᾖ, μὴ μάτην δὲ ὁ ἱερὸς παραδοθῇ λόγος ψυχῇ οὐδέπω λογικῇ, λογικῇ δὲ ἤδη γενομένῃ, εἰ καὶ μὴ λόγου θείου καὶ καθαροῦ, φόβου γοῦν τοῦ κατὰ τὸν λόγον τόνδε μὴ ἔρημος ᾖ, ἀλλ' ὁμοῦ ὅ τε ἀνθρώπινος καὶ ὁ θεῖος ἄρξηται ἐν ἐμοὶ λόγος, ὁ μὲν βοηθῶν τῇ ἀλέκτῳ μὲν ἐμοὶ οἰκείᾳ δὲ αὐτῷ δυνάμει, ὁ δὲ βοηθούμενος. Ὃ δὴ λογιζόμενον εὐφροσύνης ὁμοῦ καὶ δέους ἀναπίπλη σί με, μεγαλυνόμενον μὲν τῇ προαγωγῇ, φοβούμενον δέ, μή πη καὶ τοιούτων ἀξιωθεὶς τοῦ τέλους ὁμοίως σφαλῶ. Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως ἐνεβράδυνέ μοι τῷδε τῷ μέρει ὁ λόγος, τὴν θαυμαστὴν οἰκονομίαν πρὸς τὸν ἄνδρα τόνδε ὁδῷ διηγήσασθαι θέλων, σπεύδων δὲ ὅμως πρότερον καὶ βραχυλογούμενος ἐπὶ τάδε τὰ ἑξῆς, οὐχ ὡς εὐφημίαν ὀφειλομένην τῷ οὕτως οἰκονομήσαντι ἀποδιδοὺς ἢ εὐχαριστίαν καὶ εὐσέβειαν (μὴ φορτικοὶ ὦμεν οὕτως ὀνομάζοντες μέν, ἄξιον δὲ λέγοντες οὐδέν)· ἀλλ' ὡς διήγησιν καὶ ὁμολογίαν ἤ τι τῶν ἐπιεικεστέρων τούτων ὀνομάτων ποιούμενος. Ἐδόκει τῇ μόνῃ ἐκ τῶν γονέων κήδεσθαι ἡμῶν παραλειπομένῃ μητρί τ' ἄλλα ἐκπαιδευομένους, οἷα παῖδας οὐκ ἀγενῶς δῆθεν καὶ φύντας καὶ τρεφομένους, φοιτᾶν καὶ ῥήτορι, ὡς δὴ ῥήτορας ἐσομένους. Καὶ δῆτα ἐφοιτῶμεν, καὶ ῥήτορας μὲν οὐκ εἰς μακρὰν ἔσεσθαι ἡμᾶς ἔλεγον οἱ τότε κρίνοντες οὕτως· οὐκ ἔγωγε τοῦτο λέγειν οὔτε οἶδα, οὔτ' ἂν θελήσαιμι· λόγος δὲ οὐδεὶς ἦν τούτων, οὐδέ τις καταβολὴ οὐδέπω τῶν τῇδε φέρειν ἡμᾶς δυναμένων αἰτιῶν. Ἀλλὰ γὰρ ἄγρυπνος ὢν ὁ θεῖος παιδαγωγὸς καὶ ἀληθὴς κηδεμών, οὔτε τῶν οἰκείων διανοουμένων οὔτε καὶ ἐμοῦ αὐτοῦ προθυμουμένου, ἐπῆν συμβαλών τινι τῶν ἐμῶν διδασκάλων, ἄλλως τὴν Ῥωμαίων φωνὴν ἐκπαιδεύειν με πεπιστευμένῳ (οὐχ ὡς ἐπ' ἄκρον ἥξοντα, ὡς δὲ μὴ ἄπειρος εἴην πάντη καὶ τῆσδε τῆς φωνῆς· ἔτυχε δὲ νόμων οὐκ ἄπειρος ὤν)· τοῦτο ἐπὶ νοῦν βαλών, προὐτρέψατό με δι' αὐτοῦ τοὺς Ῥωμαίων ἐκμανθάνειν νόμους. Καὶ λιπαρῶς γε τοῦτ' ἐποίει ὁ ἀνὴρ ἐκεῖνος· κἀγὼ μέντοι ἐπειθόμην, τἀνδρὶ μᾶλλον χαριζόμενος ἤπερ τῆς τέχνης ἐραστὴς ὤν. Ὁ δέ με λαβὼν ἀκροατήν, φιλοτίμως μὲν διδάσκειν ἤρχετο· ἐπεφθέγξατο δέ τι, ὅ μοι ἀληθέστατα πάντων ἀποβέβηκε· μέγιστον ἔσεσθαί μοι ἐφόδιον (τοῦτο γὰρ τοὔνομα ἐκεῖνος ὠνόμασεν), εἴτε τις ῥήτωρ τῶν ἐν τοῖς δικαστηρίοις ἀγωνιουμένων, εἴτε καὶ ἄλλος τις εἶναι θελήσαιμι, τὴν μάθησιν τῶν νόμων. Ὁ μὲν οὕτως ἀπεφθέγξατο, τείνων εἰς τὰ ἀνθρώπινα τὸν λόγον· ἐμοὶ δ' ἀτεχνῶς ὑπό τινι θειοτέρᾳ ἐπιπνοίᾳ ἀποφοιβάσαι δοκεῖ τῆς αὐτοῦ ὑπολήψεως. Ἐπεὶ γὰρ ἐξεπαιδευόμην ἑκὼν καὶ ἄκων τοὺς νόμους τούσδε, δεσμοὶ μέν πως ἤδη κατεβέβληντο, καὶ αἰτία καὶ ἀφορμὴ τῆς ἐπὶ τάδε ὁδοῦ ἡ τῶν Βηρυτίων πόλις· ἡ δὲ οὐ μακρὰν ἀπέχουσα τῶν ἐνταῦθα πόλις Ῥωμαϊκωτέρα πως, καὶ τῶν νόμων τούτων εἶναι πιστευθεῖσα παιδευτήριον. Τὸν δ' ἱερὸν τοῦτον ἄνδρα ἐκ τῆς Αἰγύπτου ἐκ τῆς Ἀλεξανδρέων πόλεως, ἔνθα τὴν ἑστίαν ἔχων ἔτυχε πρότερον, καὶ αὐτὸν ἐκίνει καὶ μετανίστη ἐπὶ τόδε τὸ χωρίον, ὥσπερ ἀπαντήσοντα ἡμῖν, ἕτερα πράγματα. Οὐκ ἔγωγε καὶ ταῦτα αἰτιολογεῖσθαι οὔτε οἶδα καὶ ἑκὼν παρήσω. Οὐ μὴν ἀλλ' οὔπω γε τῆς ἐνθάδε μοι ἀφίξεως καὶ τῆς πρὸς τὸν ἄνδρα συμπλοκῆς οὐδὲν οὕτως ἀναγκαῖον ἦν, ὅσον ἐπὶ τοῖς νόμοις ἡμῶν, δυνατὸν ὂν καὶ ἐπὶ τὴν Ῥωμαίων ἀποδημῆσαι πόλιν. Πῶς οὖν καὶ τοῦτο ἐξεπορίσθη; Κηδεστήν μου ἄνδρα ἀδελφῆς ἐμῆς ὁ τότε ἄρχων τῶν Παλαιστίνων, τοῦτον παραλαβὼν ἐξαίφνης ἄκοντα μόνον, κεχωρισμένον τῆς ὁμοκοίτου, ἤγαγεν ἐνταῦθα, συνεπιβοηθήσοντα καὶ κοινωνήσοντα τῶν τοῦ ἔθνους ἄρχοντος πόνων· νομικὸς γάρ τις ἦν, καὶ ἔστιν ἴσως ἔτι· ὃς δὴ ἐλθὼν ἅμα αὐτῷ ἔμελλε μὲν οὐκ εἰς μακρὸν μετάπεμπτον ἀπολήψεσθαι τὴν γυναῖκα, ἐπαχθῶς αὐτῆς