1

 2

 3

 4

 5

 6

5

καλῶς τῷ ἀστέρι τεκμαίρονται τὸν οὐράνιον· νυνί τε Ἡρώδης μαίνεται, καὶ παιδοφονεῖ, καὶ διὰ τὸν ἐλευθερωτὴν, ἀναιρεῖ τοὺς τῆς ἐλευθερίας τυγχάνειν ὀφείλοντας. Ἀλλ' ἡμεῖς γε μετὰ τῶν προσκυ νούντων γενώμεθα, καὶ προσενέγκωμεν τῷ δι' ἡμᾶς πτωχεύσαντι μέχρι καὶ σώματος, μὴ λίβανον, μηδὲ χρυσὸν, μηδὲ σμύρναν· τὸν μὲν ὡς Θεῷ, τὸν δὲ ὡς βασιλεῖ, τὴν δὲ ὡς γευσαμένῳ δι' ἡμᾶς νεκρότη τος· ἀλλὰ δῶρα μυστικὰ, καὶ ὑπὲρ τὸ φαινό μενον· τό γε μηδὲν λαβεῖν, μηδὲ τῷ πλούτῳ τι συγ χωρῆσαι κατὰ πενίας, μηδ' ἀδικῆσαι τὸ πλάσμα διὰ τοῦ πλάσματος.

ΙΓʹ. Σὺν Χριστῷ γράφεις, σὺν Χριστῷ ταλαντεύεις, σὺν τῇ κεφαλῇ δοκιμάζεις, μετὰ τοῦ λόγου λογίζῃ. Χριστὸς ἄρτι γεννᾶταί σοι, καὶ Θεός ἐστι, καὶ ἄν θρωπος γίνεται, καὶ ἀνθρώποις συναναστρέφεται. Τί τοῦ λόγου δηλοῦντος; Ἐμοὶ δοκεῖ, εἰς νουθε σίαν τῶν τὰ τοιαῦτα πιστευομένων, ὅτι ταῖς με γίσταις τῶν διοικήσεων Θεὸς ἀεὶ συνεισέρχεται. Καὶ 35.1060 ἵνα μὲν καταιδέσειε τοὺς ἀπογράφοντας, τηνι καῦτα ὁμιλεῖ σαρκὶ καὶ ἀνθρώποις· ἵνα δὲ παραμυ θήσηται τῆς δουλείας ἡμᾶς, καὶ τὴν εὐγνωμοσύνην νομοθετήσῃ (οὐδὲ γὰρ τοῦτο παροπτέον), τελεῖ καὶ αὐτὸς τὸ δίδραχμον, καὶ οὐχ ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ Πέτρου τοῦ τιμιωτάτου τῶν μαθητῶν· ἐπεὶ καὶ ἄνθρωπος ἐγένετο δι' ἡμᾶς, καὶ δούλου μορφὴν ἀνεδέξατο, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον. Ταῦτα μὲν ὁ Σωτὴρ, καὶ τῷ θελήματι μό νον, ὡς Θεὸς, σῶσαι δυνάμενος, ἐπεὶ καὶ τὰ πάντα προστάγματι συνεστήσατο· μεῖζον δὲ καὶ δυσωπητι κώτερον εἰσήνεγκεν ἡμῖν, τὴν συμπάθειαν καὶ τὸ ὁμότιμον. Τί δὲ ἡμεῖς οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τοσοῦτον ἡμῖν λειτουρ γήσαντος; Οὐ μιμησόμεθα τοῦ ∆εσπότου τὴν εὐ σπλαγχνίαν; οὐκ ἐσόμεθα χρηστοὶ τοῖς ὁμοδούλοις, ἵνα τοιούτου τύχωμεν καὶ αὐτοὶ τοῦ Κυρίου μετροῦν τος, ὡς ἂν μετρήσωμεν; οὐ κτησόμεθα τὰς ἑαυτῶν ψυχὰς, διὰ τῆς ἡμερότητος; Ἀρκεῖ δουλεύειν τοῖς ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐτοῦ χοὸς, τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν τάσσειν φόρους, τὸ δὲ ἀπογράφεσθαι· καὶ τοῖς μὲν ἀδικεῖν ἐξεῖναι καὶ ποιεῖν κακῶς, τοῖς δὲ ὑπὲρ τοῦ μὴ παθεῖν δεῖσθαι καὶ ἀγωνίζεσθαι· καὶ ταῦτα εἶναι περὶ τὴν μίαν εἰκόνα, καὶ τὸ ἓν ἀξίωμα, τοὺς τῆς αὐτῆς ζωῆς κληρονόμους, ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν. Ἀρκεῖ ταῦτα τοῖς ἐλευθέροις· μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον.

Ι∆ʹ. Ὡς ἀπόλοιτο ἡ κακία, καὶ ἡ πρώτη ταύτης καταβολὴ, καὶ ὁ καθεύδουσιν ἡμῖν ἐπισπείρας τὰ ζι ζάνια Πονηρὸς, ἵν' ἀρχὴ τοῦ κακοῦ γένηται τὸ ἀμε λῆσαι τοῦ ἀγαθοῦ, ὥσπερ καὶ σκότους ἡ τοῦ φωτὸς ὑποχώρησις. Ταῦτα τὸ ξύλον, καὶ ἡ πικρὰ γεῦσις, καὶ ὁ βάσκανος ὄφις, καὶ ἡ παρακοὴ ἐν ἱδρῶτι τοῦ προσώπου ζῇν κατακρίνασα. Ἐντεῦθεν γυμνὸς ἐγὼ καὶ ἀσχήμων, καὶ τὴν γύμνωσιν ἔγνων, καὶ τὸν δερ μάτινον χιτῶνα ἠμφιασάμην, καὶ τοῦ παραδείσου διέπεσον, καὶ εἰς τὴν γῆν ἀπεστράφην, ὅθεν ἐλή φθην, ἓν τοῦτο ἀντὶ τρυφῆς ἔχων, τὰ ἐμαυτοῦ γινώ σκειν κακά· καὶ λύπην κατεκρίθην ἄπαυστον ἀντὶ τῆς μικρᾶς ἡδονῆς, καὶ πόλεμον πρὸς τὸν φιλω θέντα κακῶς, καὶ διὰ τῆς γεύσεως ὑποσπάσαντα. Ταῦτα τῆς κακίας ἐμοὶ τὰ ἐπίχειρα· ἐντεῦθεν τὸ 35.1061 γεννᾶσθαι μόχθῳ, καὶ ζῇν, καὶ λύεσθαι. Αὕτη μήτηρ χρείας, ἡ δὲ πλεονεξίας, ἡ δὲ πολέμων, πόλε μοι δὲ φόρων πατέρες, οἱ δὲ τῆς κατακρίσεως τὸ βαρύτατον. Ἀλλ' ἡμεῖς γε μὴ τὸ πρόστιμον ἐπιτεί νωμεν, ὑπὸ τὴν αὐτὴν κείμενοι καταδίκην, μηδὲ ἄλ λοις κακοὶ γενώμεθα. Φιλανθρωπίαν ἡμᾶς τὴν εἰς ἀλλήλους ἀπαιτεῖ Θεὸς, κἂν ὑπ' αὐτοῦ κολαζώ μεθα.

ΙΕʹ. Ἔσται καὶ ἄλλη τις ἐγγραφὴ, καὶ ἄλλος ἀπο γραφεύς· εἴ τινα βίβλον ζώντων ἀκούεις, καὶ βίβλον οὐ σωζομένων. Ἐκεῖ πάντες ἐγγραφησόμεθα, μᾶλ λον δὲ ἤδη γεγράμμεθα κατ' ἀξίαν τῶν ἐνταῦθα βε βιωμένων ἕκαστος. Οὐ πλοῦτος ἔχει τὸ πλέον ἐκεῖ, οὐ πενία τὸ ἔλαττον, οὐ χάρις, οὐκ ἔχθρα, οὐκ ἄλλο τι τῶν ἁπάντων, οἷς ἐνταῦθα τὸ δίκαιον κλέ πτεται. ∆ακτύλῳ Θεοῦ πάντες γεγράμμεθα, καὶ ἀνοι