1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

5

τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν. 8.75 Εἴη σοι βίος ἐσθλὸς ἐπ' εὐλογίῃσιν ἁπάσαις 8.75 ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς, οἵην ἡμετέρῳ γήραϊ δῶκεν Ἄναξ, ἠιθέων λογίων τὸ μέγα κράτος ἠδ' ἱερήων καὶ πολιῆς σκίπων, Γρηγόρι', ἡμετέρης. 8.76 Ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς ἑσσάμεθ' εὐσεβέος Γρηγορίου τοκέες, ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν ἡμέτερον καὶ νῦν ἀμφιέπει θυσίαις. ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων Γρηγόρι', εὐαγέας Μάρτυσι παρθέμενος σοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρ' ἵλαον εἶναι πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων. 8.77 Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη, ἀμφοτέρους ἱερῆας. -Ὁ δ' εὐπατέρειαν ἐδέγμην Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ. τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη, πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης. 8.78 Πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα πικρά. Γρηγορίου γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ. 8.79 Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ· δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον· τὸ τρίτον αὖ, θνῄσκοντά μ' ἁγνὴ ἐσάωσε τράπεζα· τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος· πέμπτον, παρθενίη με φίλοις προσπτύξατ' ὀνείροις· ἕκτον, Βασιλίῳ σύμπνοα ἦρα φέρον· ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων· ὄγδοον αὖ, ὁσίοις ἐξεκάθηρα χέρας· εἴνατον, ὁπλοτέρῃ Τριάδ' ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ· βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις. 8.80 Ἑλλὰς ἐμὴ νεότης τε φίλη καὶ ὅσσα πεπάμην καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως. εἰ δ' ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ, σοῖς με, Χριστέ, χοροῖσι δέχου καὶ κῦδος ὀπάζοις υἱέι Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ. 8.81 Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων καὶ σοφίῃ Σοφίης δεδραγμένος ἠίθεός τε οἶον πλοῦτον ἔχων ἐλπίδ' ἐπουρανίην. 8.82 Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον· νῦν δ' ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε. 8.83 Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις· ἤλυθον ἐς σοφίης πείρατα· σάρκα Λόγῳ ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας ἔστην σὺν Ἀαρών, Γρηγορίῳ γενέτῃ. 8.84 Πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς φάσμασιν ἐννυχίοις, δῶκε δ' ἔρον σοφίης. 8.85 Σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτ' ἐώλπειν, ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους· αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα, τοκήων τῶν προτέρων πρότερον δέξατο. ποῖα δίκη; Οὐκ ἔσθ' ὁ τύμβος αἴτιος· μὴ λοιδόρει. Φθόνου τόδ' ἐστὶν ἔργον. πῶς δ' ἤνεγκεν ἂν νέον γερόντων εἰσορῶν σοφώτερον; 8.86 Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα κάλλεϊ καὶ σοφίῃ καὶ βασιλῆι φίλον, κρείσσονα δ' οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο. ἦ μὴν ὠιόμην. ἀλλὰ τί φησὶ τάφος; «Τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο, ἀλλὰ μέγιστον υἱέος εὖχος ἔχεις υἱέος ἀντὶ φίλου.» 8.87 Ὥριοι εἰς τάφον ἦμεν, ὅτ' ἐνθάδε τοῦτον ἔθηκαν λᾶαν ἐφ' ἡμετέρῳ γήραϊ λαοτόμοι· ἀλλ' ἡμῖν μὲν ἔθηκαν, ἔχει δέ μιν οὐ κατὰ κόσμον Καισάριος, τεκέων ἡμετέρων πύματος. ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα δέξαι ἐς ἡμέτερον τύμβον ἐπειγομένους. 8.88 Τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην· Καισαρίῳ δ' υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου. 8.89 Γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε. τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδ' ἔνευσας; ὢ μακροῦ βιότου, ὢ ταχέος θανάτου. 8.90 Οὐκ ἄγαμ', οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω μοῦνον ἀφ' ἡμετέρων, Καισάριε, κτεάνων, γηραλέων τοκέων πικρὸν λίθον· ὁ Φθόνος οὕτως ἤθελεν. ὢ ζωῆς πήμασι