1

 2

 3

 4

 5

 6

 7

 8

5

τελευτῆς γοῦν εὐσχη μονεστέρας τυχεῖν· εἰ δὲ μὴ τελευτῆς, ἀλλὰ ταφῆς γε πάντως, ἣ καὶ τοῖς ἀσεβέσιν ὀφείλεται. Τοιοῦτος ὁ τοῦ ἀσεβοῦς στόλος· τοιοῦτον τοῦ εὐσεβοῦς τὸ τέ λος· καὶ οὐδαμοῦ πῦρ ἄνωθεν εὐαγέστερον, οὐδὲ κολαστικὸν τοῦ τοιαῦτα πυρσεύοντος.

ΙΑʹ. Ἀλλὰ τί μοὶ τῶν ἔξωθεν; Ἐπ' αὐτὴν ἤδη βαδιστέον τὴν σὴν ἄθλησιν, καὶ τοὺς σοὺς ὑπὲρ εὐ σεβείας ἀγῶνας, οὓς πᾶσι τοῖς προλαβοῦσιν, ὥσπερ τινὰ σφραγῖδα καλὴν, ἐπέθηκας. Ἤκμαζε μὲν ἐν τῇ σῇ πόλει τὸ τῆς αἱρέσεως ταύτης κακὸν, ὅθεν 35.1213 καὶ ἤρξατο. Ἐπεὶ δὲ τὸν μὲν ἁγιώτατον τῆς οἰκου μένης ὀφθαλμὸν, καὶ ἀρχιερέα τῶν ἱερέων, τὸν τῆς σῆς ὁμολογίας καθηγητὴν καὶ διδάσκαλον τοῖς ἑαυτοῦ περὶ τῆς εὐσεβείας ἀγῶσι, τὴν μεγάλην φωνὴν, τὸ τῆς πίστεως ἔρεισμα, τὸν δεύτερον Χριστοῦ λύχνον καὶ πρόδρομον, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν γήρᾳ καλῷ κοιμηθέντα, καὶ πλήρη τῶν κατὰ Θεὸν ἡμερῶν, μετὰ τὰς συκοφαντίας, μετὰ τοὺς ἄθλους, μετὰ τὴν περι βόητον χεῖρα, μετὰ τοὺς ζῶντας νεκροὺς, ἡ Τριὰς πρὸς ἑαυτὴν μετατίθησιν, ᾗ συνέζησε, καὶ ὑπὲρ ἧς ἐκινδύνευσεν (Ἀθανάσιον οἶδ' ὅτι πάντες ἐν τοῖς λόγοις ἀνέγνωτε)· δευτέρα δέ τις Αἰγύπτου πληγὴ καὶ μάστιξ ἑαυτὸν ἐπεισάγει τῇ Ἐκκλη σίᾳ ὁ τῆς ἀληθείας προδότης, ὁ τῶν λύκων ποιμὴν, ὁ διὰ τῆς αὐλῆς ὑπερβαίνων λῃστὴς, ὁ δεύτερος Ἄρειος, ἡ θολερὰ καὶ ἄποτος ἀνατροπὴ, ὁ τῆς ἀθέου πη γῆς δαψιλέστερος ποταμός· ὀκνῶ μὲν τὰς τότε παρα νομίας εἰπεῖν καὶ μιαιφονίας, μεθ' ὧν τὸν ἅγιον κα ταλαμβάνει θρόνον ὁ θὴρ, καὶ τῆς πονηρᾶς εἰσόδου τὰ προτελέσματα· ὀδύρομαι δ' ὅμως ὀλίγα ἐκ πολ λῶν (ἃ καὶ ὑμεῖς ὀδύρεσθέ τε καὶ προωδύρα σθε), τῷ θείῳ ∆αβὶδ συγχρησάμενος· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, καὶ τὰ ἐπὶ τούτοις· Ἔθεν το τὰ θνησιμαῖα τῶν δούλων σου, πετεινῶν βρώματα, καὶ θηρίων σπαράγματα. Προσθήσω δὲ παρ' αὐτοῦ κἀκεῖνα ἐξ ἄλλου θρήνου καὶ ἑτέρας ᾠδῆς· Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέ σῳ τῆς ἑορτῆς σου. Πῶς γὰρ οὐκ ἐνεκαυχήσαντο; πῶς δὲ οὐκ ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου συμφοραῖς πολυτρόποις καὶ παντοίοις κακοῖς;

ΙΒʹ. Ἐστρατήγει μὲν ἀνὴρ ἄθεος καὶ παρά νομος, οὐδὲ ὄνομα Χριστιανοῦ περικείμενος (τοῦτο γὰρ τῆς ὕβρεως τὸ δεινότατον), ἀλλ' ἐκ τῶν εἰδώλων ἐπὶ τὸν τοῦ Θεοῦ ναὸν ἐπειγόμενος, ἐκ τῶν ἀκαθάρτων αἱμάτων ἐπὶ τὰ μυσαρώτερά τε καὶ βδε λυκτότερα, καὶ τοῦτο ἱερουργῶν ἴσως τὴν καθ' ἡμῶν ὕβριν τοῖς δαίμοσι· παρετάσσετο δὲ δύναμις θυμῷ ζέουσα, στρατὸς ἀλλόκοτος καὶ ἀνήμερος κατὰ τῶν ἀόπλων καὶ ἀπολέμων. Ἐξωθεῖτο μὲν ὁ τοῦ ἁγίου διάδοχος ἱερεὺς, ὁ νόμῳ καὶ τάξει Πνεύματος κεχρισμένος, καὶ πολιᾷ καὶ φρονήσει τετιμημέ νος· ἐβασίλευε δὲ Ταβεὴλ, ὁ κληρονόμος 35.1216 τῶν ἀλλοτρίων. Κατὰ τῶν ἁγίων ὅπλα, κατὰ τῶν ἀσύλων μιαραὶ χεῖρες, κατὰ τῶν ᾠδῶν σάλπιγγες. Σκόπει μοι τὰ τούτοις ἑπόμενα, πίπτοντας ἄνδρας ἐν τοῖς ἁγίοις, συμπατουμένας γυναῖκας, ἔστιν ἃς καὶ μετὰ τοῦ φόρτου τῆς φύσεως, τοὺς προώρους τόκους καὶ ἀτόκους, εἰπεῖν οἰκειότερον· διελκομένας παρθένους οἰκτρῶς, αἰκιζομένας αἰσχρότερον (αἰσχύνομαι καὶ γυναῖκας καὶ ἄνδρας εἰπεῖν τὸν τρόπον, καὶ γυμνῶσαι τῷ λόγῳ τὰ κρυπτὰ τῆς αἰσχύνης, οἷς καὶ τότε γυμνωθεῖσιν αἰσχύνομαι), τὰς μὲν κατὰ φρεάτων φερομένας τῶν ἔνδον τοῦ ἱεροῦ, τὰς δὲ ἐκ τῶν ὑπερῴων κρημνιζομένας ἐπὶ τῇ ἀτοπίᾳ τῶν ὁρωμένων, τὰς δὲ ταῖς κειμέναις ἐπισωρευομένας· τοὺς ἐπὶ τοῖς φόνοις φόνους, τὰ ἐπὶ τοῖς πτώμασι πτώματα, πατούμενα βεβήλοις ποσὶ τὰ ἅγια, θυσιαστήρια καθυβριζόμενα σχήμασιν ἀσελγέσι καὶ ᾄσμα σιν, ὡς δὲ ἀκούω, (τί τοῦτο ἡ τολμηρὰ γλῶσσα φθέγ ξεται;) καὶ τοῖς ὑπὲρ αὐτῶν ὀρχήμασι καὶ λυγίσμα σι· δημηγορούσας ἐπὶ τῶν ἱερῶν θρόνων γλώσσας βλασφήμους, μυστήρια κωμῳδούμενα, σιωπωμένας ψαλμῳδίας, οἰμωγὰς ἀντεγειρομένας, αἱμάτων ὀχε τοὺς, δακρύων πηγὰς, ἱερεῖς ἀγομένους, μονοτρόπους