1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

εἶναι νομίζεται τὸ τῆς δυνάμεως ὁμότιμον ἀπεργάζεται· ἡ γὰρ ἔλλειψις τούτων τινὸς τοῦ κατὰ τὴν δύναμιν ἀτελοῦς κατηγορία γίνεται. οὐ γὰρ ἄν τις ἴσην προσμαρτυρήσειε δύναμιν τῷ τε μεγάλα καὶ μικρὰ ἐνεργήσαντι. οἷον ὁ μὲν ὑπερβέβηκεν ἑκατὸν ἔτη ἐν γήρᾳ λιπαρῷ καὶ εὐδαίμονι, παισὶν εὐθηνούμενος, ἐκγόνοις δορυφορούμενος καὶ τῷ μετὰ τούτους ἐπαγαλλόμενος γένει, ἄνοσος, ἀπήμων, ἐπίτιμος, ἄλυπος, πλούτου δαψιλῶς ἔχων, καὶ εἴ τι ἄλλο τῶν κατὰ τὸν βίον τοῦτον ἐν τιμίοις νενόμισται, διὰ πάντων μακαριζόμενος· ἕτερος ὁμοῦ τῷ παραχθῆναι εἰς φῶς κατεπνίγη, οἷα δὴ πολλὰ τῶν γεννωμένων ἐστὶν ἑταιρικὰ ἢ μοιχίδια βρέφη ἅπερ τῶν μητέρων αἱ παρανόμως κυήσασαι ταῖς ἑαυτῶν χερσὶ διαχειριζόμεναι θανάτῳ τὸν ἔλεγχον κλέ πτουσι. ποῦ ἡ δύναμις ἐπὶ τούτων τῆς μοίρας; πῶς εἰς τὸ αὐτὸ τῆς ζωῆς μέτρον ἡ τῆς εἱμαρμένης ἰσχὺς οὐκ ἐξήρκεσεν; εἰ γὰρ τὸ δυνατὸν αὐτῇ προσμαρτυρεῖν ὁ ὑμέτερος λόγος οἴεται δεῖν, ἐπίσης πᾶσι τοῖς οὖσιν ἡ ἰσχὺς αὐτῆς φανήσεται. οὐ γὰρ τὸ μὲν ἰσχύσει, τὸ δὲ οὐ δυνήσεται, εἴπερ ἀληθῶς ἐν δυνάμει καταλαμβάνεται· ἡ δὲ δύναμις διὰ τῶν ἀποτελεσμάτων γνωρίζεται. οὐκοῦν οὐδεμίαν ἀνωμαλίαν ὁ βίος ἕξει πάντων 43 ὁμοίως τὸ ἀκρότατον τῆς εὐδαιμονίας μέτρον ἐν ἑαυτοῖς δεικνύντων διὰ τὸ πάντας μὲν κατὰ τὸν λόγον ὑμῶν ὑπὸ τὴν εἱμαρμένην κεῖσθαι, πάντα δὲ ταύτην ἀεὶ δύνασθαι λέγειν ὑμᾶς. εἰ οὖν καὶ πάντα καὶ ἀεὶ δύναται ἡ εἱμαρμένη αὕτη, πάντα ἐπὶ πάντων δυνήσεται. ἀλλὰ μὴν πολλαὶ καὶ ποικίλαι τοῖς ἀνθρώποις τοῦ βίου διαφοραὶ κατά τε τὰς ἀξίας καὶ τὰς περιουσίας καὶ τὰ τῶν χρόνων μέτρα καὶ τὰς τῶν σωμάτων κράσεις καὶ πάντα ὅσα δι' ὧν ἢ μακαριστός τις ἢ ἄθλιος ὀνομάζεται. ἄρα τὸ μὴ πάντα δύνασθαι τὴν ἀναπλασθεῖσαν ἐκείνην τῷ λόγῳ μοῖραν ἢ εἱμαρμένην ἡ τῶν ἀποτελεσμάτων ἀνισότης σαφῶς ἐπιδείκνυσιν. εἰ γὰρ τὸ μακρόβιον δυνάμεως ἔργον νομίζομεν, ἀσθενείας πάντως ἐστὶ τὸ ὠκύμορον. οὐκοῦν τὴν μὲν ἀσθενεῖν τῶν εἱμαρμένων, τὴν δὲ δύνασθαι δογματίζειν προσήκει. ἐπειδὴ γὰρ ἐναντίον τῷ πολυχρονίῳ τὸ ὀλιγόβιον, διὰ τῶν ἐναντίων ὑφίσταται πάντως τούτων ἑκάτερον. οὐ γὰρ ἄν τις τῆς αὐτῆς αἰτίας ἐξάψειε μακαρι σμόν τε καὶ ἀθλιότητα, ἀλλ' εἴπερ τοῦτο κατορθωθείη διὰ τοῦ δύνασθαι, τὸ ἕτερον οὐ συνέστη πάντως παρὰ τὴν τῆς δυνάμεως ἔλλειψιν. οὐδενὶ γὰρ ἄλλῳ ἡ ἀθλιότης καταλαμβάνεται ἢ ἐν τῷ μὴ δυνηθῆναι γενέσθαι μακάριον. ἀλλὰ μὴν πλείους παρὰ τὸν βίον οἱ ἄθλιοι. οὐκοῦν πλείων ἡ ἀσθένεια τῆς εἱμαρμένης παρὰ τὴν δύναμιν ἐπιδείκνυται. ποῦ οὖν ἡ ἄμαχος ἐκείνη καὶ παντοδύναμος καὶ ἀπαράβατος ἀνάγκη, ὥστε ἐπ' ἐκείνῃ τίθεσθαι πάντων τῶν κατὰ τὸν βίον οἰκονομουμένων τὴν ἐξουσίαν, ἥτις ἀπηλέγχθη διὰ τῆς ἀκολουθίας τοῦ λόγου ἀσθενὴς ἐν τοῖς πλείοσιν; Ἀλλ' ἐρεῖς ὅτι τούτῳ μὲν τοῦτο βούλεται, τῷ δὲ ἑτέρῳ τὸ ἴσον οὐ βούλεται, δύναται δὲ ἐπ' ἀμφοῖν ὅπερ βούλεται. 44 πάντως οὖν καὶ τὴν αἰτίαν προσθήσεις τῆς τῶν προαιρέσεων τούτων διαφορᾶς. ἄνθρωπος οὗτος καὶ οὗτος, οὐδεμίαν κατὰ τὴν φύσιν παραλλαγὴν ἐπ' ἀμφοτέρων βλέπεις, οὔτε τούτῳ τὸ καλὸν ἢ φαῦλον ἐκ προαιρέσεως οὔτε τῷ ἄλλῳ, ἀλλ' οὗτος μικρόν τι τοῦ χρόνου προλαβὼν τῆς μητρῴας νηδύος ἐξέθορεν οὕτω κατὰ τὸ συμβὰν αὐτὸν ἀποσκευασαμένης τῆς φύσεως, ἐκεῖνος δὲ μετὰ τοῦτον ἢ εὐθὺς ἢ μετ' ὀλίγον. καὶ διὰ τοῦτο οὐχ ὁ αὐτὸς ἀμφοτέροις βίος ἀποκληροῦται, ἀλλ' ὁ μὲν εὐδαίμων ἢ βασιλεύς, ἂν οὕτω τύχῃ, χρυσῷ καὶ πορφυρίδι παρὰ τὴν πρώτην γένεσιν ἐνειλούμενος, ὁ δέ τινος τῶν πενιχρῶν ἢ δούλων οὐδὲ ῥακίοις παρὰ τῶν γεννησαμένων αὐτὸν σπαργανούμενος. τί οὖν ἠδίκησεν ἢ προλαβὼν ἢ ἐφυστερίσας τῷ χρόνῳ μικρόν, οὐ κατ' οἰκείαν πρόθεσιν ἀλλὰ κατὰ τὴν τῆς φύσεως κίνησιν, ὡς αὐτῷ τούτου ἕνεκεν ἀποκληρωθῆναι τοῦ βίου τὴν ἀτιμίαν; ποίαν τῆς δεσποίνης ὑμῶν ἐκείνης ἐπὶ τοῖς τοιούτοις ἀπολογίαν εὑρήσετε; ποῦ τὸ δίκαιον; ποῦ τὸ εὐσεβές; ποῦ τὸ ὅσιον; ἢ τούτων οὐδενὸς μέλειν φῂς τῇ εἱμαρμένῃ οὐδὲ πρὸς ἀρετὴν βλέπειν οὐδέ τινος τῶν ἀγαθῶν ἐπιμέλειαν ἔχειν; οὐκοῦν εἰ μὴ ταῦτα διὰ σπουδῆς