5
ἐνόπλιόν τινα χοροστασίαν, διὰ τῆς στρα τιᾶς αὐτοὺς τῷ Θεῷ χορεύοντας, καλοὺς προσιδεῖν, βλοσυροὺς τὸ ὄμμα, γαύρους τὸ φρόνημα, τάχος πο δῶν, περιουσίαν δυνάμεως, συμμετρίαν μελῶν, ἐν πᾶσι τοῖς προσοῦσιν αὐτοῖς προτερήμασι τὴν τῆς ψυχῆς ἀρετὴν τῆς σωματικῆς εὐκληρίας ὑπεραστρά πτουσαν. Ἐμπεριπατεῖ καὶ δι' ἐκείνων τῷ φθόνῳ, ὁ ἐμπεριπατῶν τὴν οἰκουμένην. Εἶδεν οὐχ ἕνα ἄνθρω πον ἀληθινὸν, ἀλλὰ σύστημα θεῖον τοσούτων ἀνθρώ πων, πάντων ἀληθινῶν, δικαίων, θεοσεβῶν· ἐξαιτεῖ ται κἀκείνους εἰς τὸ ἴδιον βούλημα. Καὶ πρῶτον μὲν εἰδωλομανοῦντι τῷ τῆς στρατιᾶς ἄρχοντι σύμβουλος γίνεται, μὴ ἂν ἄλλως ὑπερσχεῖν τῆς κατὰ τῶν βαρ βάρων νίκης, εἰ μὴ τοὺς τὸ ὄνομα τοῦ Χριστοῦ προσ κυνοῦντας προθύσαιτο.
Ἀναδειχθέντων δὲ τούτων ὡς τάχιστα διὰ τῆς ἀγα θῆς ὁμολογίας, καὶ αὐτομολούντων πρὸς τὴν διὰ τοῦ πάθους τελείωσιν, τὸ μὲν εὐθὺς ἐπαγαγεῖν τὸν διὰ τοῦ ξίφους θάνατον (ὥς τι φιλάνθρωπον) ὁ Ἐχθρὸς παρῃτήσατο, δεσμοῖς δὲ τοῖς ἐκ σιδήρου καταπιέσας, 46.761 ταύτην ἐποιεῖτο τὴν τῆς τιμωρίας ἀρχήν. Τοῖς δὲ ἦν ἄρα καὶ ὁ δεσμὸς ἐγκαλλώπισμα, καὶ θέαμα γλαφυ ρὸν καὶ ἡδὺ Χριστιανῶν ὀφθαλμοῖς, νεότης ἐξειλε γμένη ἀριθμῷ τοσούτῳ, κάλλει διαπρεπὴς, ἡλικίᾳ ὑπὲρ τοὺς ἄλλους, πάντες κατὰ ταὐτὸν μετ' ἀλλήλων τῷ δεσμῷ συνηρμόζοντο, ὥσπερ τις στέφανος ἢ ὅρμος περιαυχένιος ἰσομεγέθεις μαργαρίτας ἐν κύκλῳ διει λημμένους ἔχων· τοιοῦτοι ἦσαν οἱ ἅγιοι, καὶ διὰ πίστεως ἡνωμένοι, καὶ διὰ τῶν δεσμῶν πρὸς ἀλ λήλους σφιγγόμενοι. Ὄντες γὰρ καὶ καθ' ἑαυτὸν ἕκαστος καλοί, προσθήκη τοῦ κάλλους ἀλλήλοις ἐγί νοντο. Οἷον ἐπὶ τῶν οὐρανίων συμβαίνει θαυμάτων, ὅταν δι' αἰθρίας καὶ καθαρᾶς ἡ τῶν ἀστέρων χάρις δι' ἀλλήλων ποικίλληται, ἑκάστου τὴν οἰκείαν αἴγλην εἰς τὸν κοινὸν κόσμον τοῦ οὐρανοῦ συνεισ φέροντος. Τοιοῦτον ἦν τῶν ἁγίων τὸ θέαμα, ὄντως, καθώς φησί που Ἰεζεκιὴλ ὁ προφήτης, ὅρασις λαμπάδων συστρεφομένων. Ἐμφιλοχωρεῖ ὁ λόγος τῷ κάλλει τῆς ὥρας. Οἶδεν γὰρ, καθὼς ἡ Σοφία φησὶν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων καὶ τὸ ἐν κρυπτῷ κάλλος ἀναλογίζεσθαι, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς καθαρότης διὰ τοῦ φαινομένου διέλαμ πε, καὶ ὁ φαινόμενος ἄνθρωπος ἄξιον ἦν τοῦ ἀφα νοῦς οἰκητήριον. Ὡς καλὸν τοίνυν ἦν τότε τοῖς ὁρῶσι τὸ θέαμα! καλὸν λέγω τοῖς τὰ καλὰ βλέ πειν ἐθέλουσι, καλὸν ἀγγέλοις, καλὸν ταῖς ὑπερκο σμίαις δυνάμεσι· πικρὸν δὲ τοῖς δαίμοσι, καὶ ὅσοι τὰ τῶν δαιμόνων ἠσπάζοντο, ἄνθρωποι (εἴπερ ἄνθρω ποι, οἱ τοσοῦτον ἀνεστηκότες τῷ μεγαλείῳ τῆς φύσεως) στρατιῶται τοῦ Χριστοῦ, τοῦ ἁγίου Πνεύματος ὁπλῖται, τῆς πίστεως πρόμαχοι, πύργοι τῆς θείας πόλεως· οἳ πᾶσαν αἰκισμῶν τιμωρίαν, πᾶσαν φόβων ἐπανά στασιν, πᾶσαν ἀπειλῆς προσβολὴν, ὥς τινα παιδίων ἄνοιαν κατεχλεύαζον· καθάπερ οὐχὶ τὰ σώματα ταῖς αἰκίαις ἐκδόντες, ἀλλὰ τὰς τῶν σωμάτων σκιάς· οἳ σαρκὶ τὴν σάρκα καταπαλαίσαντες, καὶ τῇ πρὸς τὸν θάνατον ὑπεροψίᾳ πάντων τῶν τυραννικῶν φόβων ὑπερφρο νήσαντες, ὑψηλότεροι τῶν ἀνθρωπίνων μέτρων ἐδεί χθησαν. Ὢ καλῶς τοῖς σωματικοῖς τροπαίοις ἐμμε λετήσαντες! Ὢ καλῶς μετενεγκόντες τὴν τοῦ πολε μεῖν ἐμπειρίαν εἰς τὴν κατὰ τοῦ διαβόλου παράταξιν· οὐ ξίφει τὰς χεῖρας ὁπλίσαντες, οὐδὲ τὸν ἐκ τοῦ ξύλου θυρεὸν προβαλλόμενοι, οὐδὲ χαλκῇ περικεφα λαίᾳ, καὶ κνήμεσι περιφραξάμενοι, ἀλλὰ τὴν τοῦ Θεοῦ πανοπλίαν ἀναλαβόντες, ἣν διαγράφει ὁ στρα τηγὸς τῆς Ἐκκλησίας, ὁ θεῖος Ἀπόστολος, θυρεὸν, καὶ θώρακα, καὶ περικεφαλαίαν, καὶ μάχαιραν· οὕτως ἐχώρουν κατὰ τῆς ἐναντίας δυνάμεως. Ἐστρατήγει δὲ τούτων μὲν ἡ οὐρανία χάρις· τῆς δὲ τοῦ διαβόλου παρατάξεως, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος. Τόπος δὲ τῆς παρατάξεως αὐτοῖς, τὸ τῶν μιαιφόνων δικαστή ριον ἦν· ἐν ἐκείνῳ συστάντες διηγωνίζοντο, οἱ μὲν ἀπειλαῖς ἀκροβολιζόμενοι, οἱ δὲ διὰ τῆς ὑπομονῆς ἀμυνόμενοι. Πρότασις ἦν παρὰ τῶν ὑπεναντίων, ἐξόμνυσθαι τὴν εἰς τὸν Κύριον πίστιν, ἢ ζημιοῦσθαι θανάτῳ.