5
εἰ ἐγένετο· οὕτω τῆς παρουσίας γινομένης τοῦ Χριστοῦ, οὐ δεόμεθα ἐξετάζειν, εἰ παρεγένετο ὁ Χριστός.
Ἀλλὰ τὸ ζητούμενον, εἰ μετὰ σταυροῦ ἔρχεται· μὴ γὰρ δὴ ἐπιλαθώμεθα τῆς ὑποσχέσεως. Ἄκουσον τοίνυν τῶν ἑξῆς. Τότε, φησί· τότε, πότε; Ὅταν ἔρχηται ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φαιδρότατα ἄστρα ἀποκρυβῆναι. Τότε καὶ οἱ ἀστέρες πεσοῦνται, τότε τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Εἶδες πόση ἀρετὴ τοῦ σημείου τοῦ σταυροῦ; Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ φανήσεται· ἐκεῖνο δὲ λάμπει καὶ φαίνει, ἵνα μάθῃς ὅτι καὶ ἡλίου καὶ σελήνης φαιδρότερον. Καὶ καθάπερ βασιλέως εἰς πόλιν εἰσιόντος, οἱ στρατιῶται προλαμβάνοντες τὰ λεγόμενα σίγνα, βαστάζουσιν ἐπὶ τῶν ὤμων αὐτῶν, προαγγέλλοντες τὴν εἴσοδον αὐτοῦ· οὕτω καὶ τοῦ Κυρίου κατιόντος ἐκ τῶν οὐρανῶν προέρχεται τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ ἀρχαγγέλων, τὸ σημεῖον ἐκεῖνο φέροντες ἐπὶ τῶν ὤμων, καὶ τὴν βασιλικὴν αὐτοῦ εἴσοδον ἀπαγγέλλοντες ἡμῖν. Τότε σαλευθήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, περὶ τῶν ἀγγέλων φησί· τρόμος λήψεται αὐτοὺς τότε καὶ φόβος πολύς. Καὶ τίνος ἕνεκεν, εἰπέ μοι; Φοβερὸν ἔσται τὸ δικαστήριον ἐκεῖνο· πᾶσα γὰρ ἡμῶν ἡ φύσις μέλλει κρίνεσθαι καὶ παρίστασθαι τῷ φοβερῷ δικαστῇ.
Τίνος οὖν ἕνεκεν οἱ ἄγγελοι δεδοίκασι καὶ φρίττουσιν; οὐ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι. Καθάπερ γὰρ ἄρχοντος δικάζοντος, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως, οἱ μηδὲν ἑαυτοῖς συνειδότες δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ· οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης, καὶ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἄγγελοι δεδοίκασι διὰ τὴν ὑπερβολὴν τοῦ φόβου τοῦ δικαστοῦ. Ἀλλὰ διὰ τί ὁ σταυρὸς φαίνεται τότε, καὶ διὰ τί ἔχων αὐτὸν ἔρχεται; Ἵνα μάθωσι τὴν οἰκείαν αὐτῶν ἀγνωμοσύνην οἱ σταυρώσαντες αὐτὸν, διὰ τοῦτο αὐτὸ τὸ σύμβολον τῆς ἀναισχυντίας αὐτῶν δείκνυσι. Καὶ ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἄκουσον τοῦ προφήτου λέγοντος· Τότε κόψονται αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα. Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται, ὅπου γε καὶ αὐτὰ τὰ τραύματα τότε δείκνυσιν· Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν; Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος ἀπι 49.405 στίαν διορθώσασθαι μαθητοῦ, καὶ ἀναστὰς ἔδειξεν αὐτῷ τὸν τύπον τῶν ἥλων, καὶ τὰ τραύματα, εἰπὼν, Βάλε τὴν χεῖρά σου, καὶ βλέπε, ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει· οὕτω καὶ τότε δείξει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα δείξῃ ὅτι οὗτος ἦν ἐκεῖνος ὁ σταυρωθείς.
εʹ. Οὐκ ἀπὸ τοῦ σταυροῦ δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ αὐτῶν τῶν ῥημάτων τῶν ἐν
τῷ σταυρῷ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν ἔστιν ἰδεῖν. Ἔτι γὰρ προσηλωμένος καὶ κωμῳδούμενος καὶ καταγελώμενος τότε καὶ ἐμπτυόμενος, ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ σταυρούμενος ὑπὲρ τῶν σταυρούντων εὔχεται· καίτοι ἐκεῖνοι τὸ ἐναντίον ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι, φησί. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει ἀπὸ τοῦ σταυροῦ, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν.
Κατάβηθι ἀπὸ τοῦ σταυροῦ, φησὶ, καὶ πιστεύσομέν σοι. Ῥήματα ταῦτα, καὶ πρόφασις ἀπιστίας. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολλῷ μεῖζον ἦν τὸ ἀναστῆναι, τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ· τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολλῷ μεῖζον ἦν τὸ νεκρὸν δεδεμένον καὶ τετραήμερον ὄντα τὸν Λάζαρον μετὰ τῶν κειριῶν ἐξαγαγεῖν τοῦ μνήματος. Ἐκεῖνοι μὲν οὖν ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν· αὐτὸς δὲ πάντα ἔπραττεν, ὅπως ἐκείνους σώσῃ τοὺς ὀνειδίζοντας