5
αὐτοῦ θεότητος ἄξια, ἄρχεται ταπεινὰ λέγειν, διὰ πάντων δεικνὺς μὴ εἶναι ἀντίθεος. Εἰ ἠγαπᾶτέ με, ἐχαίρετε ἂν, ὅτι ἐγὼ πορεύομαι πρὸς τὸν πέμψαντά με Πατέρα, ὅτι ὁ Πατήρ μου μείζων μου ἐστίν. Ὅτε γὰρ ἑαυτὸν ἴσον ἐποίει τοῦ Πατρὸς, λιθάζειν αὐτὸν ἐπεχείρουν. Εἰ δὲ ταῦτα οὕτω μὴ ἔχει, ἀναγκασθήσῃ ἐπαινεῖν Ἰουδαίους, ὅτι δικαίως ἐσταύρωσαν αὐτὸν, ὡς ἀντίθεον· ὁ γὰρ ἑαυτὸν ἴσον τῷ Θεῷ καὶ Πατρὶ ποιῶν, μὴ ὢν δὲ, ἀντίθεος. Ψεύδεται οὖν λοιπὸν Παῦλος, λέγων· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τί οὖν ἐστιν ὁ Σωτὴρ, καθ' ὃ οὐκ ἐσαρκώθη; Οὕτω τὸ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· ἄλλως αὐτοῦ κατὰ φύσιν, καὶ ἄλλως ἡμῶν κατὰ χάριν καὶ θέσιν· ἄλλως ὡς διὰ τὴν ἰδίαν εὐδοκίαν, καὶ διὰ τὴν κτιστὴν πρόσληψιν. καὶ ἄλλως ἡμῶν ὡς δημιουργημάτων. Εἰ δὲ ἀμφιβάλλεις ἐν τούτοις, εἶχεν εἰπεῖν· Πατέρα ἡμῶν καὶ ὑμῶν. Τίνος ἕνεκεν διέστειλεν ἑαυτὸν, ἀλλ' ἢ ταύτην ἡμᾶς τὴν θεοπρεπῆ ἔννοιαν διδάσκων; Βλέπεις, φησὶ, πῶς ἐπιδέεται τῆς τοῦ Πατρὸς βοηθείας, λέγων· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Κακῶς ἀναγινώσκεις· εἶπε, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ ἀποδιαστείλας ὧδε, ἐπήγαγε τὸ, Τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην. ∆ιὰ γὰρ τοῦ εἰπεῖν,
∆ιὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ἔδειξεν, ὅτι οὐ τὸν θάνατον ἀνεδύετο τὸν σωτήριον. Ἐπιθυμίᾳ γὰρ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν, φησίν. Εἰ δυ48.1092 νατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. Ἆρα τὸν θάνατον δειλιᾷ, ἢ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται; ὁ εἰπὼν, ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποκτανθῆναι, καὶ ταφῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· ὁ εἰπὼν, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ὁ εἰπὼν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ ἀπ' ἐμαυτοῦ τίθημι αὐτὴν, καὶ ἐγὼ πάλιν λαμβάνω αὐτήν· ὁ ἐπιτιμήσας τῷ πρὸ βραχέος μακαρισθέντι Πέτρῳ ἐπὶ τῷ λόγῳ, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἔπειτα δὲ ἀνάξιον αὐτοῦ τὸ πάθος νομίσας, ἀκούσας· Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· ὁ στηρίξας τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι εἰς Ἱερουσαλὴμ, ἵνα σωτηρίαν διὰ τοῦ πάθους αὐτοῦ πᾶσι χορηγήσῃ· ὁ διὰ τῶν προφητῶν καὶ τὸ εἶδος τοῦ πάθους αὐτοῦ προκηρύξας, διὰ μὲν Ἱερεμίου· Ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν, λέγοντες· ∆εῦτε καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς, τὸν σταυρὸν σημαίνων· διὰ δὲ ∆αυΐδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· καὶ, Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· καὶ διὰ Ἡσαΐου· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Οἶδας οὖν ταῦτα πάντα τελεσθέντα ἐν τῷ σταυρῷ. Ὑπὸ γὰρ Πιλάτου ἐφραγελλώθη, ὑπὸ δούλου ἐῤῥαπίσθη, ὑπὸ ἀνόμων ἐνεπτύσθη, ὑπὸ στρατιωτῶν ἥλοις ἐν σταυρῷ ἐπάγη, διαμεριζομένων αὐτοῦ τὰ ἱμάτια καὶ κλῆρον βαλλόντων. Ὁ διὰ πολλῶν τὸ πάθος σημάνας, πῶς ἀναδύεται νῦν; ∆ιὰ τί οὖν λέγει, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο; Ἠγνόει ὁ διάβολος τίς ἦν· βλέπων γὰρ αὐτὸν διψῶντα, πεινῶντα, κοπιῶντα, καὶ τὰς ἄλλας αὐτοῦ οἰκονομίας, ἐνόμισεν αὐτὸν ἄνθρωπον εἶναι ψιλὸν, ὁρῶν δὲ αὐτοῦ τὰ θεϊκὰ θαύματα, Θεὸν ὑπενόει· ἀμφέβαλεν οὖν περὶ αὐτοῦ, ἀγνοῶν αὐτόν. Εἰ γὰρ ᾔδει ἀκριβῶς, ὅτι Θεὸς ἦν, οὐκ ἂν ἐτόλμησεν αὐτῷ προσελθεῖν· ὡς καὶ Παῦλος λέγει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Προβάλλεται οὖν ὁ ∆εσπότης δειλίαν, ἐκεῖνον ἐπισπώμενος, ἵνα ἐπελθὼν ὡς ἀνθρώπῳ, τροπωθῇ παρ' αὐτοῦ, καὶ λυτρωθῶσι πάντες οἱ αἰχμάλωτοι, ὅσοι κατείχοντο ὑπ' αὐτοῦ. Ὥσπερ ἂν