1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

δʹ. Τί οὖν ταῦτα, φησὶ, πρὸς τὴν προκειμένην ἡμέραν; Ἀναμείνατε μικρὸν, καὶ μὴ θορυβεῖσθε. Ἄνωθεν γὰρ τὴν πηγὴν διορύττομεν, καὶ ἐπ' αὐτὴν σπεύδομεν τὴν κορυφὴν ἐλθεῖν, ὥστε μετ' εὐκολίας ὑμῖν ἅπαντα γενέσθαι δῆλα· μᾶλλον δὲ, ἵνα μὴ μέχρι πολλοῦ ὁ λόγος συνεσκιασμένος ᾖ, μηδὲ ἀσαφέστερος ὢν ἀπαγορεύειν ὑμᾶς ποιήσῃ πρὸς τὸ μῆκος τῶν λεγομένων, ἤδη τὴν αἰτίαν ὑμῖν ἐρῶ, δι' ἣν ταῦτα πάντα ἀνεκίνησα. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἓξ μῆνας ἐν γαστρὶ ἐχούσης τῆς Ἐλισάβετ τὸν Ἰωάννην, ἡ Μαρία ἤρξατο συλλαμβάνειν. Ἂν τοίνυν μάθωμεν ποῖος ἐκεῖνος ὁ μὴν ὁ ἕκτος ἦν, εἰσόμεθα καὶ πότε ἤρξατο συλλαμβάνειν ἡ Μαρία· εἶτα μαθόντες, πότε ἤρξατο συλλαμβάνειν, εἰσόμεθα καὶ πότε ἔτεκεν, ἐννέα μῆνας ἀριθμήσαντες ἐκ τῆς συλλήψεως. Πόθεν οὖν εἰσόμεθα, ποῖος ἦν ὁ ἕκτος μὴν τῆς κυήσεως τῆς Ἐλισάβετ; Ἂν μάθωμεν ποῖος ἦν ὁ μὴν, καθ' ὃν ἤρξατο συλλαμβάνειν. Πόθεν δὲ εἰσόμεθα ποῖος ἦν ὁ μὴν, καθ' ὃν συνέλαβεν; Ἂν μάθωμεν κατὰ ποῖον καιρὸν εὐηγγελίσθη Ζαχαρίας ὁ ταύτης ἀνήρ. Αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν ἔσται γνώριμον; Ἀπὸ τῶν θείων Γραφῶν· καθὼς τὸ ἅγιον Εὐαγγέλιον λέγει, ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων ἔνδον ὄντα τὸν Ζαχαρίαν ὁ ἄγγελος εὐηγγελίσατο, καὶ εἶπεν αὐτῷ περὶ τοῦ τοκετοῦ Ἰωάννου. Ἂν τοίνυν ἀποδειχθῇ σαφῶς ἀπὸ τῶν Γραφῶν, ὅτι καὶ ἅπαξ εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς, καὶ μόνος, καὶ πότε, καὶ ποίῳ μηνὶ τοῦ ἐνιαυτοῦ τὸ ἅπαξ τοῦτο εἰσέρχεται, εὔδηλος ἔσται ὁ καιρὸς, καθ' ὃν εὐηγγελίσθη· τούτου δὲ γενομένου δήλου, καὶ ἡ ἀρχὴ τῆς συλλήψεως ἔσται τοῖς πᾶσι γνώριμος. Ὅτι μὲν οὖν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο, καὶ ὁ Παῦλος ἐδήλωσε, καὶ ὁ Μωϋσῆς δὲ τοῦτο αὐτὸ δῆλον ποιεῖ, οὕτω λέγων· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον τὸ ἐσώτερον τοῦ καταπετάσματος εἰς τὸ πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται.

Καὶ πάλιν· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι εἰς τὰ ἅγια, ἕως ἂν ἐξέλθῃ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ, καὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάσης τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραήλ· καὶ ἐξιλάσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ἔναντι Κυρίου. Ὅτι μὲν οὖν οὐ διὰ παντὸς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, οὔτε ἔνδον ὄντος αὐτοῦ ἅψασθαι θέμις ἦν τινα, ἀλλ' ἔξω παρὰ τὸ καταπέτασμα ἑστάναι, δῆλον ἀπὸ τούτων. Ἀλλὰ κατέχετε δὴ ταῦτα μετὰ ἀκριβείας. Ὑπόλοιπον γάρ ἐστι δεῖξαι, ποῖος ἦν ὁ καιρὸς, καθ' ὃν εἰσῄει εἰς τὰ Ἅγια τῶν 49.357 ἁγίων, καὶ ὅτι ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος τοῦτο ἔπραττε. Πόθεν οὖν τοῦτο δῆλον; Ἀπ' αὐτοῦ τοῦ βιβλίου τούτου. Οὕτω γάρ πώς φησιν· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, δεκάτῃ τοῦ μηνὸς, ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ, ὁ αὐτόχθων, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν. Ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν· ἐναντίον Κυρίου καθαρισθήσεσθε. Σάββατα σαββάτων, ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν. Καὶ ἐξιλάσεται ὁ ἱερεὺς, ὃν ἂν χρίσωσιν αὐτὸν, καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ· καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ τὴν ἁγίαν, καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ ἐξιλάσεται περὶ τῶν ἁμαρτιῶν τῶν ἱερέων, καὶ περὶ πάσης τῆς συναγωγῆς ἐξιλάσεται. Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον, ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ. Περὶ τῆς Σκηνοπηγίας ἐνταῦθα διαλέγεται. Τότε γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰσῄει· ὅπερ οὖν καὶ αὐτὸς ἐδήλωσεν, εἰπὼν, ὅτι Ἄπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιηθήσεται.