φαύλην καταλιπόντα τελευτῆσαι ἐν Προύσῃ. τοῦτον δὲ ἴσμεν ἡμεῖς τοῦ γένους τοῦδε τά τε ἄλλα ὡς οἷόν τε ἄριστα καθιστάντα, καὶ τὴν ἀρχὴν ἐς τὸ ἐπιτηδειότατον αὐτῷ καταστησάμενον, τάξιν τε ἀρίστην ἀποδείξασθαι ἀμφ' αὐτόν, ἣν θύρας βασιλέως καλοῦσι, καὶ ταύτῃ γε τῇ δυνάμει τὸ ἀπὸ τοῦδε δεδιττόμενον δέει τῷ ἀμφ' αὐτὸν κατέχειν τοὺς ὑπὸ τὴν ἀρχὴν αὐτοῦ ξύμπαντας, ἐν τάχει παραγενομένους, ὅπῃ ἂν αὐτῷ δοκοίη, καὶ ἐπιτελοῦντας, ἅττ' ἂν ἐπιτάττοι ὁ βασιλεύς, καὶ ἐπὶ τὰ παραγγελλόμενα ὑπὸ τῶν βασιλέως θυρῶν κατὰ τάχος ἰόντας. τοῦτον δὴ οὖν ἐπυθόμεθα γενναιότατόν τε ἐς τὰ πάντα γενόμενον, ταύτῃ τε ὡς ἐπὶ πλεῖστον νομισθῆναι δαιμόνιον, καταλιπεῖν τε ἀπὸ τούτου τὴν ἐπωνυμίαν τοῖς ἀπ' ἐκείνου γενομένοις, Ὀτουμάνου παῖδας ἔτι καὶ νῦν καλεῖσθαι. Ἐπὶ τούτου βασιλεύοντος ὀκτακισχίλιοι Τούρκων ἐς τὴν Εὐρώπην διαβάντες περὶ Ἑλλήσποντον, καὶ ἐν Χερρονήσῳ κατασχόντες φρούριον Ἑλληνικόν, καὶ ἀπὸ τούτου ὁρμώμενοι, τήν τε Θρᾴκην ἐς Ἴστρον ἐλαύνοντες ἐληΐζοντο τὴν χώραν ἐπιδραμόντες, τά τε πολλὰ διήρπαζον, καὶ ἀνδράποδα ὡς πλεῖστα ἑλόμενοι ἐς τὴν Ἀσίαν διεβίβαζον, τούς τε Ἕλληνας καὶ Τριβαλλοὺς ἦγον καὶ ἔφερον. ἐν τούτῳ δὴ Σκυθῶν μοῖρα οὐκ ὀλίγη ἀπὸ Σαρματίας ἐπὶ τὸν Ἴστρον ἐλάσαντες καὶ τόν γε Ἴστρον διαβάντες, τούς τε Τούρκους ἐν τῇ Θρᾴκῃ κατέλαβον καὶ μαχεσάμενοι ἐτρέψαντο, καὶ πλὴν ὀλίγων τινῶν διεχρήσαντο σύμπαν 1.15 τας ἀφειδέστατα. ὅσοι δὲ οὐκ ἐφθάρησαν, διασωθέντες ἐς τὴν Χερρόνησον, ἐς τὴν Ἀσίαν αὖθις διαβάντες οὐκέτι πάλιν ἀφίκοντο. Τότε οὖν τὰ Ἑλλήνων πράγματα ἐταλαντεύετο ἐπ' ἀμφότερα, διαφερομένων σφίσι κατὰ τὴν Βυζαντίου βασιλείαν ἀμφοῖν βασιλέοιν τοῖν Ἀνδρονίκοιν, τοῦ τε πάππου καὶ υἱιδοῦ, τῶν Παλαιολόγων. ἐφ' ὧν δὲ ἐς διαφορὰν σφίσιν ἀφικομένων οἵ τε Ἕλληνες πρὸς ἑκατέρους διέστησαν, καὶ αὐτοῖς τὰ πράγματα ἤδη πάμπαν ἐφθείρετο. τῷ γὰρ πρώτῳ Ἀνδρονίκῳ ἐγεγόνει παῖς Μιχαῆλος, ὃς ἐτελεύτησε, πρὶν ἢ ἐς τὴν βασιλείαν ἐλθεῖν. μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Ἀνδρόνικος ὁ παῖς αὐτοῦ γεγηρακότι ἤδη τῷ πάππῳ, ἀξιῶν αὐτὸς ἔχειν τὴν βασιλείαν, καθίσταντο ἐς διαφοράν, αὐθαδέστερος ὢν ἢ ὥστε πείθεσθαι, καὶ πράγματα παρεῖχεν ἀνήνυτα, τούς τε Τριβαλλοὺς ἐπαγόμενος καὶ Ἑλλήνων τοὺς ἀρίστους οἱ προσεταιριζόμενος ἐς τὴν βασιλείαν, ὡς διὰ ταῦτα μηδὲ ἐξεῖναι αὐτοῖς τὸ παράπαν τοὺς Τούρκους ἐς τὴν Εὐρώπην διαβάντας ἀμύνεσθαι. καθ' ὃν δὴ χρόνον ἥ τε Προῦσα ἐξεπολιορκήθη λιμῷ ἁλοῦσα ὑπὸ Ὀτουμάνου, καὶ ἄλλαι κατὰ τὴν Ἀσίαν πόλεις ἑάλωσαν. ὅθεν οἵ τε Τοῦρκοι ἐπὶ μέγα ἐχώρουν δυνάμεως κατὰ τὴν Ἀσίαν, καὶ ἐς τὴν Εὐρώπην διαβάντες κακῶς ἐποίουν τὴν Θρᾴκην, ἄλλοι τε οὐκ ὀλίγοι καὶ δὴ καὶ Χαλίλης, ὃς δὴ ἐς τὸ κατὰ τὴν Χερρόνησον φρούριον ὑπὸ Ἑλλήνων συνελαθεὶς μετεπέμπετο Τούρκους ἀπὸ τῆς Ἀσίας, καὶ τόν τε βασιλέα ἐπιόντα ἠμύνατο, καὶ ἐπὶ πολὺ ἐξελαύνων τῆς Θρᾴκης ἐληΐζετο, ὁπότε δὴ ἐπαγόμενος τόν τε Τριβαλλῶν ἡγε 1.16 μόνα καὶ τοὺς ἀπὸ Ἰταλίας τό τε φρούριον ἐξεπολιόρκησε κατ' ἤπειρον καὶ κατὰ θάλατταν. οἱ μὲν οὖν Τοῦρκοι ἔλαθον δρασμῷ ἐπιχειρήσαντες ἐς τὴν Ἀσίαν νυκτὸς διαβάντες. ἀνωμάλως μὲν ἔς τε τὰ ἄλλα σφίσιν ἔχοντες οὗτοι οἱ βασιλεῖς, καὶ αὐτομόλοις Τούρκων ἡγεμόσι, τῷ τε Ἀζατίνῃ καὶ ἄλλοις, οὐ καλῶς ἐχρήσαντο, ὥστε ἐπιτηδείως ἔχειν σφίσιν τούς τε ἀπὸ Ταρακῶνος καὶ Ἰταλίας, οὓς δὴ μετεπέμπετο ἐπὶ τὸν Τούρκων βασιλέα Ὀρχάνην, ὃς Φιλαδέλφειαν ἐπολιόρκει, καὶ ἐς τὴν ἐπὶ τῇ Χερρονήσῳ φυλακὴν τῆς Καλλιουπόλεως. Οὗτοι μὲν οὖν οἱ Ταρακῶνες καὶ οἱ ἀπὸ Ἰταλίας ἐς τὴν Καλλιουπόλεως φυλακὴν τεταγμένοι, τοῖς μετὰ Ἀζατίνεω αὐτομόλοις χρησάμενοι Τούρκοις, συνεστήσαντο ἀλλήλοις ὡς τῇ πόλει ἐπιθησόμενοι, καὶ ἐπειδὴ ἔγνωσαν κατάδηλοι ὄντες, ἐμηνύθη γὰρ ὑπ' αὐτῶν τινὸς τοῖς Ἕλλησι, διὰ τῆς Θρᾴκης ἴεντο, καὶ τὴν Ῥοδόπην διαβάντες ἀφίκοντο ἐς Κασσάνδρειαν, Ποτίδαιαν τὸ πάλαι καλουμένην. ἐντεῦθεν δὲ τῶν μὲν μετὰ Ἀζατίνεω Τούρκων, ὅσοι παρῆσαν, ἀφίκοντο ἐς τὸν Τριβαλλῶν βασιλέα, οἱ δὲ ἀπὸ