τοὺς ξένους, εἰ τυγχάνοιεν παραγενόμενοι ἐς τὸ στρατόπεδον σίτου δεόμενοι. ὥστε νεύματι τοῦ μεγάλου βασιλέως κινεῖσθαι πάντα δὴ τὸν στρατόν, ἐφ' ὅ τι ἂν γένοιτο, καὶ ἐκείνου δὴ ἄγοντος τὰ πάντα ἐφ' ἑνὶ συνθήματι ἰέναι αὐτίκα, ἐν τάχει παραγενόμενος ἐπὶ τὴν χρείαν καθίστασθαι αὐτίκα μάλα ἰόντα. ἑσπέρας δὲ γενομένης, ὁπότε τὸ σύνθημα λαμβάνοιεν οἱ στρατιῶται ὑπὸ τοῦ μεγάλου ἡγεμόνος, θεῖν δρόμον αὐτόν τινα ἕκαστον ἐπὶ τὴν ἑαυτοῦ σκηνὴν ἐς τοὺς συσκήνους ἰόντα. γενομένων δὲ ἐν ταῖς σκηναῖς τῶν στρατιωτῶν, τὰς φυλακὰς περι 1.107 νοστεῖν τε τὸ στρατόπεδον, εἴ τινά που ἴδοιεν ἐκτὸς τῶν σκηνῶν γενόμενον, τοῦτον λαβόντες ἐτιμωροῦντο. εἰ δέ τις κατάσκοπος παρὼν τύχῃ ἐν τῷ στρατοπέδῳ, οὐκ ἔχων, ὅποι τράποιτο, λείπεσθαι ἐκτὸς τῶν σκηνῶν καὶ οὕτως αὐτίκα ἁλίσκεσθαι. ταύτῃ μὲν δὴ λέγεται γίνεσθαι τὰ Τεμήρεω συσσίτια· Χαϊδάρην δὲ τόν γε ἑταῖρον αὐτῷ ὀξύν τε ἐς τὸ ὑπηρετεῖν αὐτῷ τὰ δέοντα γεγονέναι, ἐποτρύνειν τε αὐτὸν βασιλέα ἐπὶ τοὺς πολέμους, μηδαμῇ ἐς ῥᾳστώνην τρεπόμενον. Λέγουσι δὲ Μυρζίην, ἐπείτε παρέλαβε τὴν τῆς Σαμαρχάνδης βασιλείαν, διαχρήσασθαι τρόπῳ τοιῷδε. ἐπεί τε σὺν τούτοις ἅμα περιιὼν Τεμήρης λῃστής τε καθειστήκει καὶ ἐχρηματίζετο, διαλεγομένων ἐπ' εὐτυχήματι τῶν ἑταίρων, καὶ εὐφημιζόντων Τεμήρην ὡς ἐν βραχεῖ ἤδη ἐς τὰ Σαμαρχάνδης βασίλεια παρεσομένου, ὑπολαβὼν ὁ Μυρζίης "ἀλλ' ὦ τᾶν" ἔφη, "τοιαῦτά ἐστι τὰ Σαμαρχάνδης βασίλεια, ὥστε οὐκ εὐπετῆ χειρωθῆναι ὑπὸ Τεμήρεω, ἀνδρὸς λῃστοῦ καὶ ἰδιώτου. εἰ δ' εἴη ποτὲ τοῦτο αὐτῷ γενέσθαι, ὥστε ἐπὶ τὴν Σαμαρχάνδης ἀρχὴν παριέναι, μὴ ἔτι περιὼν διαγενοίμην, ἀλλὰ τεθναίην αὐτίκα ἐψευσμένος." ταῦτα μὲν σπουδῇ ἐῴκει ὑποδείκνυσθαι, συντυχίᾳ δέ τινι οὐκ ἀγαθῇ χρήσασθαι ἐς τὸ ἀπόφθεγμα. χρόνου δὲ ἐπιγενομένου, ὡς ἐς τὴν ἀρχὴν παρεγένετο τῆς πόλεως, τιμῆσαι μὲν ἀρετῆς ἕνεκα ὑπὲρ τὸν Χαϊδάρην, φάσκοντα δὲ αὐτῷ, ὡς ἐκεῖνο δὴ τὸ ἔπος ἐπὶ μαρτύρων ἄλλων εἰρημένον αὐτῷ δέοι μεταδιώκειν, ὅπερ 1.108 διισχυριζόμενος ὑπέβαλεν ἑαυτὸν θανάτῳ, ἀναμιμνήσκων, ὡς εἴπερ ἐς τὰ Σαμαρχάνδης βασίλεια παραγένοιτο, ψευσθείη τε αὐτὸς τῆς γνώμης, ἔνοχος εἶ τοῦ θανάτου ὑπὸ Τεμήρεω. διηπόρει τε, ὅπως ἂν αὐτῷ θεραπεύοιτο τὴν δεξιὰν παρασχόντι τῷ βασιλεῖ, ἰδιώτῃ τότε ὄντι, μὴ παραβῆναι τὴν συνθήκην. ἔλεγε δὲ πρὸς Μυρζίην τοιάδε. "Οἶσθα, οἶμαι, ὦ Μυρζίη, σύ τε καὶ σύμπαντες οἱ ἄλλοι, ὅσοι ἐπὶ τήνδε τὴν ἀρχὴν τὰ πράγματα προηγάγομεν. δύο τούτω ὡς μάλιστα ἡμῖν ἐπιβεβαιωσάμενοι ἐπὶ τὴν βασιλείαν παρῄειμεν, σπουδήν τε ἅμα ὡς οἷόν τε μεταδιώκοντες, καὶ ἐμπεδοῦντες ἡμῖν, ὅ τι ἂν συνθέμενοι τοῖς τε ἐπιτηδείοις καὶ ἐναντίοις, οὐχ ὅπως δὴ ὅρκῳ, ἀλλὰ καὶ λόγῳ ἐψηφισμένοι ὦμεν αὐτοῖς, ὡς οὐδὲν ἔτι οὐδαμοῦ ὂν ἀσφαλέστερον οὐδὲ ἐχυρώτερον ἔρυμά τε καὶ ὅπλον ἐς τὸν βίον τόνδε ἀνθρώπῳ ἢ συμφώνῳ τε εἶναι ἐς τὰ πάντα καὶ μὴ διαφωνοῦντι φρονεῖν ἄλλοτε ἄλλως, ἐπειδὴ πολλάκις ἔφαμεν τούτῳ μόνῳ ἴσχειν ὁμοιότητα τῷ θεῷ. ὅτου δ' ἂν τῶν ἀνθρώπων μηδὲν ὑγιὲς εἴη λέγοντος, πῶς ἂν δὴ πράττοντος εὖ γένοιτ' ἂν πώποτε αὐτῷ; μέμνησο δέ, ὡς ἐμοῦ τῆς δεξιᾶς λαβόμενος ἔφησθα τεθνάναι ἕτοιμος εἶναι, εἰ ἐπὶ τὰ βασίλεια πάριμεν· καὶ ἐπὶ μαρτύρων δὲ τοῦτό σοι εἰρημένον συνθέσθαι. ὥρα οὖν σοι τά τε λεχθέντα ἐπιτελέσαι, καὶ τὴν δεξιὰν τὴν ἡμετέραν ἀπολύσασθαι τῆς συνθήκης." Μυρζίης δὲ ἀμείβετο τοῖσδε. "ἀλλ' ὅπως μέν, ὦ βασιλεῦ, ἐπὶ 1.109 τήνδε τὴν ἀρχήν, ὅπως σοι γένοιτο, καὶ σὺ οἶσθα καὶ πάντες οὗτοι οἱ συμπαρόντες συνίσασι, καὶ ὡς πάντα τὰ ἔσχατα ὑποδυόμενος, ὥστε σοὶ εὖ γενέσθαι ὁτιοῦν. καὶ τραύματα δὲ ἔστιν ἰδεῖν, ὅσα λαβὼν οὐδὲ πώποτε ὑπελογιζόμην δεινὸν πρὸ τοῦ χαρίζεσθαι. εἰ δέ ἐστιν ὁτιοῦν ἡμῖν εἰρημένον, οὐκ ἀγαθῇ τύχῃ δέοι ἂν μὴ χαρίζεσθαι τοῖς ἐπιτηδείοις, ὑφ' ὧν μεγάλα εὖ πεπονθὼς εἴης. ἐκεῖνο δή, βασιλεῦ, ἰδιωτέρῳ μὲν ὄντι τἀνθρώπῳ οὐ πάνυ τι ἐμπεδοῦν τὸ καὶ ἑαυτοῦ βίον. ἐπειδὰν δέ σοι τὸ ἄρχειν ἑτέρως ἀφίκηται, τότε δὴ οὐ θεμιτὸν ᾖ παραβῆναι, εἴ τι συνέθετο. καὶ ἡμῖν ὁ θεὸς πολλὰ ἀγαθὰ παρέχεται διὰ τὸ συγγνώμην ἴσχειν τοῖς