ἕκαστον ἐπὶ τὰ ἑαυτοῦ. ἐνταῦθα διαπρεσβευσαμένους σπονδάς τε αἰτεῖσθαι, καὶ συμβῆναι αὐτῷ, ἐφ' ᾧ ἕπεσθαι τούτους, ᾗ ἂν ἐξηγοῖτο τοῦ λοιποῦ στρατευόμενος. Ἐν ᾧ δὴ κατὰ τὴν Ἀσίαν διέτριβε καὶ περιῄει καὶ τὰ ἐν τῇ Ἀσίᾳ καθίστη πράγματα καὶ τοῖς Τούρκων ἡγεμόσι σπονδὰς ἐποιεῖτο, Σαουζῆς ὁ πρεσβύτερος τῶν παίδων αὐτοῦ ἐν τῆ Εὐρώπῃ καταλειφθεὶς, ὥστε ἐφορᾶν τε τὴν ἀρχήν, καὶ ἤν τι ἐπίῃ 1.37 δεινὸν ἢ χαλεπὸν κατὰ τὴν ἀρχήν, ἐπὶ τὸ δοῦναι αὐτῷ ἀσφαλῶς ἔχειν, καταστησάμενος. οὗτος δὲ συνίστη τε καὶ τοὺς κατὰ τὴν Εὐρώπην ἀριστέας, ὡς ἠδύνατο, μάλιστα εὖ ποιῶν τε καὶ ἀνακτώμενος, καὶ τοῦ Ἑλλήνων βασιλέως τῷ πρεσβυτέρῳ παιδὶ Ἀνδρονίκῳ, ὡς οἰχομένου τοῦ πατρὸς αὐτοῦ Ἀμουράτῃ τῷ Ὀρχάνεω ἐς τὸν κατὰ τὴν Ἀσίαν πρός γε ἡγεμόνας αὐτοῦ πόλεμον ἐγκατελείφθη ἐν τῷ Βυζαντίῳ καὶ ἐπετέτραπτο τὴν βασιλείαν, τούτῳ ἀφικόμενος ἐς λόγους ἔπειθέ τε ἀφίστασθαι ἀπὸ τῶν πατρῴων, καὶ ἄμφω κατασχεῖν τὴν πατρῴαν ἀρχήν, τὸν αὐτὸν σφίσιν ἐχθρόν τε καὶ φίλον ἡγουμένους, καὶ ἤν τις ἐπίῃ πολέμιος, ἀμύνοντας παραγίνεσθαι ἀλλήλοις κατὰ τὸ δυνατὸν πάσῃ δυνάμει. ταῦτα ὡς αὐτοῖς ἐδόκει ποιητέα, ἐσπένδετό τε καὶ ὅρκια ἐποιοῦντο, ἐμπεδοῦντες ὡς μάλιστα τὰ τοιαῦτα σφίσιν αὐτοῖς, ᾗ ἀσφαλέστατα ἐδόκει ἀμφοῖν ἔσεσθαι. ὡς δὴ ταῦτα ποιησάμενοι δῆλα ἐποιοῦντο, ἠσφαλίζοντο σφᾶς παρασκευαζόμενοι, ἢν ἐπίῃ ἐς τὴν Εὐρώπην Ἀμουράτης, ὡς ἀμύνεσθαι. ταῦτα ὡς ἐπύθοντο τάχιστα γενόμενα κατὰ τὴν Εὐρώπην, καλέσας Ἰωάννην βασιλέα Βυζαντίου ἔλεγε τοιάδε. "Βασιλεῦ Ἑλλήνων, ἐμοί τε νεωστὶ παρὰ τῶν ἐν τῇ Εὐρώπῃ πιστοτάτων ἀγγελία ἀφίκετο, ὡς Σαουζῆς ὁ ἐμὸς παῖς ὑπὸ τοῦ 1.38 σοῦ παιδὸς ἀναγκασθεὶς ἀνήκεστά μοι βουλεύονται πράγματα. πῶς οὖν ἔχει μηδέν τι ἐπισταμένου σοῦ τούτων πέρι ἐς τοσοῦτον ἀφικέσθαι ἀφροσύνης, ὥστε μὴ μόνον ἐπιχειρῆσαι τὸν ἐμὸν παῖδα, ἀλλὰ καὶ τὸν παῖδα συνέπαινον γενέσθαι ἐς ταῦτα; πῶς δ' ἄνευ σῆς γνώμης τὰ τοιαῦτα γενέσθαι ἐξείη λογίζεσθαι; ἀλλ' εἰ μὲν δίκην ἐπιθήσων τῷ σῷ παιδὶ, ἥν τινα ἂν ἐπιτάττοιμεν, μηδ' ὁτιοῦν ὑπολογιῇ, εἴσομαι τότε σαφῶς, ὡς ἄκοντός σου ταῦτα ἐγένετο. ἢν δὲ ἄλλῃ λογιζόμενος ἀλλοῖον, ἢ ἐμοὶ δόξει περὶ τοῦ ἐμοῦ παιδός, μὴ τιμησάμενος μὴ βούλοιο τίθεσθαι, ἴσθι δὴ σαυτὸν ἐν αἰτίᾳ ἕξων ἐς ὕστερον." Βασιλεὺς δὲ Ἑλλήνων ἀμείβετο τοῖσδε. "ὦ βασιλεῦ, οὐκ ἂν δή ποτε τοῦ λοιποῦ ταύτην ἔμοιγε τὴν αἰτίαν αἰτιώμενος ἐπιθείης σὺν δίκῃ· ἢν γὰρ κἀμοὶ γένηται ὁ παῖς οὗτος, ὃν σὺ ἔφησθα ἐπὶ ταῦτα ὡρμῆσθαι, οὐδέν τι ἧττον ἐμοῦ συνειδότος, ᾔδει δὴ τότε σαφέστατα, ὡς ἔχοιμεν εὐνοίας τε καὶ φιλοφροσύνης περὶ σέ τε καὶ τὴν σὴν δυναστείαν. ἢν δ' ἂν ἐπιτάττοις δίκην ἐκείνῳ ἐπιθεῖναί με, μὴ ἂν οὕτω μεμηνέναι δόξαιμι, ὥστε τῷ ἐμοί τε καὶ σοὶ ἐχθίστῳ τε καὶ πολεμιωτάτῳ διατεθειμένῳ χαρίζεσθαι ὁτιοῦν ἐνδιδόντα τῆς δίκης." Ταῦτα εἰπόντα τῷ βασιλεῖ, ἐδέδοκτο Ἀμουράτῃ τὴν αὐτὴν 1.39 ἀμφοῖν ἐπιθεῖναι τὴν δίκην, κατὰ ταῦτα ἄμφω τὼ πατέρε ἐπαιτιωμένω τοῖς παισίν, ἐξορύξαι τὼ ὀφθαλμὼ ἑκατέρῳ ἐκείνοις. ὡς δὲ ταῦτα ἐδέδοκτο, ἤλαυνεν ἐπὶ τὴν Εὐρώπην, στράτευμα ἀγόμενος, ᾗ ἐδύνατο, πλεῖστον. καὶ διαβὰς ἐπὶ τὴν Εὐρώπην ἴετο ὁμόσε ἐπὶ τὸν παῖδα, ὅπου δὴ ἐπυνθάνετο αὐτὸν ἐνστρατοπεδευόμενον σὺν τῷ Ἑλλήνων βασιλέως παιδί. οἳ δὴ τὸ Εὐρώπης στράτευμα συλλέξαντες ἐστρατοπεδεύοντο ἐν χωρίῳ τινὶ Βυζαντίου τὰ Πικριδίου καλουμένῳ, οἷ δὴ τούς τε Ἕλληνας ἅμα καὶ τοὺς ἀρίστους ἀπ' Εὐρώπης συλλέγεσθαί οἱ ὡς μάλιστα ἐλογίζοντο. ἐνταῦθα δὴ ἐπὶ χαράδρᾳ τινὶ ὡς ἐπὶ χάρακι ἐστρατοπεδεύετο Σαουζῆς Ἀμουράτεω παῖς, τὸν πατέρα ἐπιόντα οἱ ἐπιδεχόμενος. Ἀμουράτης δὲ ὡς ἐνταῦθα κατέλαβε τὸν παῖδα αὐτοῦ καὶ τοὺς Ἕλληνας στρατοπεδευομένους, συνταξάμενος ἐπῄει ὡς συμμίξων αὐτίκα τοῖς ἐναντίοις. ὡς δὲ ὑπὸ τῆς χαράδρας διεκωλύετο, ἐστρατοπεδεύσατο καὶ αὐτός. συνέβαλλον, ᾗ ἐνεχώρει, Ἑλλήνων τινὲς τοῖς τοῦ Ἀμουράτεω στρατιώταις, καὶ ἐτρέψαντο τούτους, ὡς λέγεται. ὡς δὲ ἐφαίνετο χαλεπῶς ἔχειν τὸν χῶρον ἐκεῖνον μάχῃ συνάψαι τοῖς πολεμίοις, νυκτὸς ἐλάσας ἐναντίον τοῦ στρατοπέδου ἐπὶ τὸ