χεῖλος τῆς χαράδρας, ὡς ἐγγυτάτω γενόμενος τοῦ στρατοπέδου τῶν πολεμίων, ὡς ῥᾷστα ἐπακούοιτο, φωνῇ τε μεγάλῃ ἐπικαλούμενος ὀνομαστὶ ἄνδρα ἕκαστον, ὡς εὐκλεΐζων ἅμα τῶν πεπραγμένων ἑκάστῳ, εἴ τῳ φιλότιμον πώποτε ἢ ἀγαθὸν ξυνηνέχθη γενέσθαι. μετὰ δέ, εὐφημίζοντα ἕκαστον, παρὰ τὸ χεῖλος διιππεύοντα λέγεται ἐπειπεῖν τοιάδε. 1.40 "Ἄνδρες ἥρωες, ποῖ δὴ οἴχεσθε, ἀπολιπόντες ἐμὲ τὸν πατέρα ὑμῶν; ποῦ τοῦ διδασκάλου τῆς διδασκαλίας ὑμῶν ἀφέμενοι ἐπὶ παῖδα ἐτράπεσθε ἔτι ἁπαλὸν ὄντα, ὅν, ἐπειδὰν ἐς χεῖρα ἐμὴν ἀφίκηται, συλλαβὼν μαστιγώσω, οὐδέν τι ἄλλο λυμηνάμενος τὸν νεανίαν, ἂν μέντοι μόνον ὑμῖν βουλομένοις ἐξῇ ἐκεῖνον τοιαῦτα ποιῆσαι. ἢν δὲ ἄλλο πειρώμενοι τῆς γνώμης ἐμοῦ ἐθέλητε διὰ μάχης ἰέναι, ἴστε δὴ ὡς ὑμῖν οὐδὲν ὑγιὲς ἐσεῖται τοῦ λοιποῦ. δεῦρο δὴ οὖν ἰόντες παρ' ἡμᾶς μηδ' ὁτιοῦν ὑπολογίζεσθε αἰδοῖ τῆς ἡμετέρας ἀρετῆς, καὶ ὑπὸ παιδὸς μαστιγία αἰσχύνεσθε τοιαῦτα ἐπιτηδεύοντες. καὶ ἐπόμνυμι τὸν τὴν ἀρχὴν τήνδε ἐμοὶ ἐπιτρέψαντα μηδένα μηδὲν ἔτι ἀνήκεστόν τι ἐργάσεσθαι." Ταῦτα ἀκούσαντας τοὺς Σαούζεω στρατιώτας αἰδεσθῆναί τε λέγεται τὴν βασιλέως φωνήν, φωνεῖν τε γὰρ διάτορον μάλιστα δὴ ἀνθρώπων, καὶ περὶ σφῶν αὐτῶν δεδιέναι, τὴν τύχην αὐτοῦ καὶ ἀρετὴν ἐξεπισταμένους. καὶ οὕτω πεισθέντας, ὡς ἐδίδοσαν σφίσιν αὐτοῖς λόγον ἐπὶ τῷ γεγονότι, νυκτὸς ἐκείνης ἀπαλλάσσοντο ἐκ τοῦ στρατοπέδου, ἀπιόντες, ᾗ ἑκάστῳ προεχώρει, τοὺς δὲ πλείους ἀφικομένους παρὰ τὸ Ἀμουράτεω στρατόπεδον παραιτεῖσθαι, ὡς ἀνάγκῃ προηνεγμένοι συνελέγησαν ἐς τὸ Σαούζεω στρατόπεδον. 1.41 αἰσθόμενος δὲ ὁ Σαουζῆς ἀποδιδράσκοντας τοῦ στρατοπέδου τοὺς στρατιώτας αὐτοῦ, σὺν τοῖς ἀρίστοις, οἷς ἑώρα εὐνουστάτοις αὐτῷ, ᾤχετο ἐπὶ τὸ ∆ιδυμότειχον, συνεπισπομένων καὶ τῶν παίδων ὅσοι ἐς τόνδε οἱ συνεπιλαβομένων τὸν πόλεμον ὡς προθυμότατα, καὶ συμπροθυμούμενος ἐδόκει τούτων ἀντιλαβέσθαι, ᾗ ἐδόκει ἐρρωμενέστατα. πυθόμενος δὲ Ἀμουράτης ἤλαυνε κατὰ πόδας, καὶ ἐπολιόρκει τὴν πόλιν. οἱ δὲ σὺν τῷ Σαουζῇ λιμῷ πιεζόμενοι, ἅτε σίτου οὐκ εἰσενεχθέντος ἐς τὴν ἀκρόπολιν πρότερον καὶ ἐν βραχεῖ ἐπιλελοιπότος, παρεδίδοσαν σφᾶς αὐτοὺς χρῆσθαι, ὡς ἂν μάλιστα αὐτῷ δοκοίη. Ἀμουράτης δὲ τὴν πόλιν λιμῷ παραστησάμενος εἷλε τὸν παῖδα αὐτοῦ Σαουζῆν, καὶ λαβὼν ἐξέκοψε τὼ ὀφθαλμὼ αὐτοῦ. τοὺς δὲ ἄλλους κελεῦσαι αὐτὸν δεδεμένους ἐπὶ κεφαλὴν κατὰ κρημνὸν κατενεχθῆναι ἀπὸ τῆς πόλεως ἐς τὸν ποταμόν. τὸν δὲ ἐσκηνωμένον παρὰ τὸν ποταμὸν καὶ θεώμενον ἐπιφερομένους τούς τε ἀρίστους ἐπὶ κρημνὸν σύνδυό τε ἅμα καὶ σύντρεις ἀνακαγχάζειν ὡς ἐπισπεύδοντα κυσὶ λαγὼ ἐπιδιώκουσι, παῖδας τῶν παρ' ἑαυτῷ ἀρίστων σὺν τῷ Σαουζῇ ἀπιόντας, ἐκέλευσε τοὺς πατέρας αὐτῶν αὐτοχειρὶ διαχρήσασθαι. δύο δὲ τούτων λέγεται, μὴ ἐθελήσαντας τοὺς παῖδας αὐτῶν ἀποκτεῖναι, αὐτούς τε ἅμα ἀνελεῖν καὶ τοὺς παῖδας αὐτῶν κελεῦσαι ἀνελεῖν. γνώμῃ δ' ἔφασκε τῶν πατέρων ἀφικέσθαι τοὺς παῖδας ἐπὶ τὸν Σαουζῆν, καὶ ἀφικέσθαι ταλαντευομένων αὐτῶν 1.42 καὶ ἐπ' ἀμφότερα. ταῦτα δὲ ποιησάμενον ἐπιτεῖλαι, πέμψαντα ἄγγελον, τῷ Ἑλλήνων βασιλεῖ τὸν παῖδα τὰ αὐτὰ τούτῳ ποιῆσαι, ᾗ συνέθετο αὐτῷ τὴν ἀρχήν. κἀκεῖνον δέ φασι λαβόντα τὸν παῖδα αὐτοῦ ὄξει ζέοντι κατενέγκαι τὼ ὀφθαλμώ. Τότε μὲν οὖν οὕτως ἐτελεύτα ἀμφὶ τόνδε τὸν πόλεμον· μετὰ δὲ ταῦτα ὡς Ἐμμανουῆλος ὁ τῶν Ἑλλήνων βασιλέως παῖς Θέρμην τὴν ἐν Μακεδονίᾳ, Θεσσαλονίκην ἐπικαλουμένην, ἐπιτροπεύων διίθυνε, καί τινος λαβόμενος ἐπιστάτου ἀμφὶ τήνδε τὴν χώραν τῇ Φερρῶν πόλει ἐπιβουλεύων ἑάλω, πρὸς δὲ καὶ νεώτερα πράττων πρὸς Ἀμουράτην, ἐπιπέμψας Χαρατίνην ἄνδρα μὲν μέγα δυνάμενον, διὰ σύνεσιν δὲ τὰ ἐς πόλεμον οὐδενὸς τῶν παρ' ἑαυτῷ λειπόμενον, ἐπέτελλε τὴν Θέρμην αὐτῷ παραστησάμενον ἥκειν, ἄγοντα τὸν τοῦ βασιλέως Ἰωάννου παῖδα. Χαρατίνης μὲν δὴ ἐν τούτοις ἦν· Ἐμμανουῆλος δὲ αἱρήσεσθαι τὴν πόλιν οἰόμενος ταχὺ ὑπὸ Χαρατίνεω, ἅτε τῶν πραγμάτων τῶν ἐν τῇ πόλει πονηρῶς ἐχόντων καὶ ἐπ' οὐδενὶ ἀγαθῷ οἱ ἀποβεβηκότων, αὐθαδέστερόν τε γὰρ αὐτῷ