ὁ ἀββᾶς Μακάριος· εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦ τος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις· ἀμήχανον γάρ ἐστι τὸν καλῶς πιστεύοντα, καὶ ἐν εὐσεβείᾳ ἐργαζόμενον, ἐμπεσεῖν εἰς ἀκαθαρσίαν παθῶν καὶ δαιμόνων πλάνην. Ἔλεγον, ὅτι ἐσφάλησαν δύο ἀδελφοὶ [εἰς] Σκῆτιν· καὶ ἐχώρισεν αὐτοὺς ὁ ἀββᾶς Μακάριος ὁ πολιτικός· καὶ ἦλθόν τινες, καὶ εἶπον τῷ ἀββᾷ Μα καρίῳ τῷ μεγάλῳ τῷ Αἰγυπτίῳ. Ὁ δὲ εἶπεν· Οὐκ εἰσὶν οἱ ἀδελφοὶ κεχωρισμένοι, ἀλλὰ Μακάριός ἐστι κεχω ρισμένος· ἦν γὰρ ἀγαπῶν αὐτόν. ἤκουσεν ὁ ἀββᾶς Μακάριος, ὅτι ἐχωρίσθη ὑπὸ τοῦ γέροντος, καὶ ἔφυ γεν εἰς τὸ ἕλος. ἐξῆλθεν οὖν ὁ ἀββᾶς Μακάριος ὁ μέ γας· καὶ εὑρίσκει αὐτὸν τιτρωσκόμενον ὑπὸ τῶν κω νώπων· καὶ λέγει αὐτῷ· σὺ ἐχώρισας τοὺς ἀδελφούς, καὶ ἰδοὺ εἶχον ἀναχωρῆσαι εἰς τὴν κώμην. ἐγὼ δέ σε ἐχώρισα, καὶ σὺ ὡς καλὴ παρθένος εἰς τὸν ἐσώτερον κοιτῶνα ἔφυγες ὧδε. ἐγὼ καλέσας τοὺς ἀδελφοὺς, ἔμαθον παρ' αὐτῶν καὶ εἶπον· οὐδὲν τούτων γέγονε. βλέπε οὖν καὶ σύ, ἀδελφέ, μὴ ἀπὸ δαιμόνων ἐχλευά σθης, οὐδὲν γὰρ ἑώρακας· ἀλλὰ βάλε μετάνοιαν ὑπὲρ τοῦ σφάλματός σου. ὁ δὲ εἶπεν· εἰ θέλεις δός μοι μετάνοιαν. ἰδὼν δὲ ὁ γέρων τὴν ταπείνωσιν αὐ τοῦ, ἔλεγεν· ὕπαγε, καὶ νήστευσον τρεῖς ἑβδομάδας, κατὰ ἑβδομάδα ἐσθίων· αὕτη γὰρ ἦν ἡ ἐργασία αὐ τοῦ πάντοτε, τὰς ἑβδομάδας νηστεύειν. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς τῷ ἀββᾷ Μακαρίῳ εἰς Σκῆτιν· θέλω ἡσυχάσαι, καὶ οὐκ ἀφιοῦσί με οἱ ἀδελ φοί. καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· θεωρῶ, ὅτι ἡ φύσις σου ἁπαλή ἐστι, καὶ οὐ δύνασαι ἀποστρέψαι ἀδελφόν· ἀλλ' ἐὰν θέλῃς ἡσυχάσαι, ὕπαγε εἰς τὴν ἔρημον ἔσω εἰς τὴν πέτραν, κἀκεῖ ἡσυχάζεις. καὶ τοῦτο ἐποίησε καὶ ἀνεπάη. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ τῷ Αἰγυπτίῳ, καὶ λέγει αὐτῷ· ἀββᾶ, εἰπέ μοι ῥῆμα πῶς σωθῶ. καὶ λέγει ὁ γέρων· ὕπαγε εἰς τὸ μνη μεῖον, καὶ ὕβρισον τοὺς νεκρούς. ἀπελθὼν οὖν ὁ ἀδελφὸς ὕβρισε καὶ ἐλίθασε· καὶ ἐλθὼν ἀπήγγειλε τῷ γέροντι. καὶ λέγει αὐτῷ· οὐδέν σοι ἐλάλησαν; 34.252 ὁ δὲ ἔφη· οὐχί. λέγει αὐτῷ ὁ γέρων· ὕπαγε πάλιν αὔριον, καὶ δόξασον αὐτούς. ἀπελθὼν οὖν ὁ ἀδελφὸς ἐδόξασεν αὐτοὺς λέγων· ἀπόστολοι, ἅγιοι, καὶ δίκαιοι· καὶ ἦλθε πρὸς τὸν γέροντα, καὶ εἶπεν αὐτῷ· ἐδόξασα. καὶ λέγει αὐτῷ· οὐδέν σοι ἀπεκρίθη σαν; ἔφη ὁ ἀδελφός· οὐχί. λέγει αὐτῷ ὁ γέρων· οἶδας πόσα ἠτίμασας αὐτούς, καὶ οὐδὲν ἀπεκρίθησαν, καὶ πόσα ἐδόξασας αὐτούς, καὶ οὐδέν σοι ἐλάλησαν. οὕ τως καὶ σύ, ἐὰν θέλῃς σωθῆναι, γενοῦ νεκρός· μήτε τὴν ἀδικίαν τῶν ἀνθρώπων, μήτε τὴν δόξαν αὐτῶν λογίσῃ, ὡς οἱ νεκροί· καὶ δύνασαι σωθῆναι. Παρερχόμενός ποτε ὁ ἀββᾶς Μακάριος μετὰ ἀδελφῶν διὰ τῆς Αἰγύπτου, ἤκουσε παιδίου λέγοντος τῇ μητρὶ αὐτοῦ· ἀμμᾶ, πλούσιός τις ἀγαπᾷ με, καὶ μισῶ αὐτόν· καὶ πτωχὸς μισεῖ με, καὶ ἀγαπῶ αὐτόν. καὶ ἀκούσας ὁ ἀββᾶς Μακάριος ἐθαύμασε. καὶ λέγου σιν αὐτῷ οἱ ἀδελφοί· τί ἐστι τὸ ῥῆμα τοῦτο, πάτερ, ὅτι ἐθαύμασας; καὶ λέγει αὐτοῖς ὁ γέρων· ἀληθῶς ὁ κύριος ἡμῶν πλούσιός ἐστι καὶ ἀγαπᾷ ἡμᾶς, καὶ οὐ θέλομεν αὐτοῦ ἀκοῦσαι· ὁ δὲ ἐχθρὸς ἡμῶν διάβολος πτωχός ἐστι καὶ μισεῖ ἡμᾶς, καὶ ἀγα πῶμεν αὐτοῦ τὴν ἀκαθαρσίαν. Παρεκάλεσεν ὁ ἀββᾶς Ποιμὴν αὐτὸν μετὰ πολλῶν δακρύων λέγων· εἰπέ μοι ῥῆμα πῶς σωθῶ. ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτῷ· τὸ πρᾶγμα ὃ ζητεῖς, ἀπῆλθε νῦν ἀπὸ τῶν μοναχῶν. Παρέβαλέ ποτε ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ἀντωνίῳ· καὶ λαλήσας αὐτῷ ὑπέστρεψεν εἰς Σκῆ τιν· καὶ ἦλθον οἱ πατέρες εἰς ἀπάντησιν αὐτοῦ· καὶ ὡς ἐλάλουν, εἶπεν αὐτοῖς ὁ γέρων· ἔφην τῷ ἀββᾷ Ἀντωνίῳ, ὡς οὐκ ἔχομεν προσφορὰν ἐν τῷ τόπῳ ἡμῶν. καὶ ἤρξαντο οἱ πατέρες λαλεῖν περὶ ἄλλων, καὶ οὐκ ἠρώτησαν ἔτι μαθεῖν τὴν ἀπόκρισιν παρὰ τοῦ γέροντος, οὔτε ὁ γέρων αὐτοῖς εἶπε. τοῦτο οὖν ἔλεγέ τις τῶν πατέρων, ὅτι ἐὰν ἴδωσιν οἱ πατέρες ὅτι λανθάνει τοὺς ἀδελφοὺς τὸ ἐρωτῆσαι περὶ