Apophthegmata Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου. ∆ιηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελ λίον εἰς Αἴγ

 οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ ἠρώτησα αὐτούς· ὅταν γίνηται χειμών, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμ

 ἀπὸ καμάτου πολλοῦ. ὀψίας δὲ γενομένης ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία· καὶ λέγει 34.244 αὐτῷ ὁ ἀββᾶς Μακάριος· κέλευσον, ἵνα κἀγὼ βρέξω ἐμαυτῷ.

 ἐδίδουν αὐτῷ· ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ· ὁ δὲ μαθητὴς, εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· διὰ τὸν κύριον, μὴ δῶτε αὐτῷ·

 ὁ ἀββᾶς Μακάριος· εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦ τος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις· ἀμήχανον γάρ ἐ

 πράγματος ὠφελοῦντος αὐτούς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκα σθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ ε

 αὐτῶν. ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν, πῶς κάθηνται· καὶ κρού σαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχ

 συκίδια· καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν, καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύω αὐτοῦ, κάθημαι κλαίων. Εἶπεν ὁ ἀββᾶς Μακάριος, ὅτι περιπατῶν π

 Μακάριος· φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου, καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.

οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ ἠρώτησα αὐτούς· ὅταν γίνηται χειμών, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμα, οὐ καίεται τὰ σώματα ὑμῶν; οἱ δὲ εἶπον· ὁ Θεὸς ἐποίησεν ἡμῖν τὴν οἰκονομίαν ταύτην· καὶ οὔτε τῷ χειμῶνι ῥιγῶμεν, οὔτε τῷ θέρει τὸ καῦμα ἡμᾶς ἀδικεῖ. διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι οὔπω γέγονα μονα χός, ἀλλ' εἶδον μοναχούς. συγχωρήσατέ μοι, ἀδελ φοί. Ὁ ἀββᾶς Μακάριος ὅτε ᾤκει ἐν τῇ πανερήμῳ· ἦν δὲ μόνος ἐν αὐτῇ ἀναχωρῶν, παρακάτω δὲ ἄλλη ἔρημος ἦν πλειόνων ἀδελφῶν. παρετήρει δὲ ὁ γέρων τὴν ὁδόν, καὶ ὁρᾷ τὸν σατανᾶν, ἀνερχόμενον ἐν σχή ματι ἀνθρώπου, παρελθεῖν δι' αὐτοῦ· ἐφαίνετο δὲ ὡς στιχάριον φορῶν λινοῦν τρωγλωτόν· καὶ κατὰ τρυμαλιὰν ἐκρέματο ληκύθιον. καὶ λέγει αὐτῷ ὁ γέρων ὁ μέγας· ποῦ πορεύῃ; καὶ εἶπεν αὐτῷ· ἀπέρ χομαι ὑπομνῆσαι τοὺς ἀδελφούς. ὁ δὲ γέρων εἶπε· καὶ ἵνα τί σοι τὰ ληκύθια ταῦτα; καὶ εἶπε· γεύματα ἀποφέρω τοῖς ἀδελφοῖς. ὁ δὲ γέρων εἶπε· καὶ ταῦτα ὅλα; ἀπεκρίθη· ναί· ἐὰν μὴ τὸ ἓν ἀρέσῃ τινί, φέρω ἄλλο· ἐὰν δὲ μηδὲ τοῦτο, διδῶ ἄλλο· πάντως δὲ ἐξ αὐτῶν κἂν ἓν ἀρέσει αὐτῷ. Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν· ὁ δὲ γέρων ἔμεινε παρατηρούμενος τὰς ὁδοὺς ἕως πάλιν ἐκεῖνος ἐπανῆλθε. καὶ ὡς εἶδεν αὐτὸν ὁ γέρων, λέγει αὐτῷ· σωθείης· ὁ δὲ ἀπεκρίθη· ποῦ ἔνι μοι σωθῆναι; λέγει αὐτῷ ὁ γέρων· διὰ τί; ὁ δὲ λέγει· ὅτι πάντες ἄγριοί μοι ἐγένοντο, καὶ οὐδείς μου ἀνέχεται. λέγει αὐτῷ ὁ γέρων· οὐδένα οὖν φίλον ἔχεις ἐκεῖ; ὁ δὲ ἀπεκρίθη· ναὶ, ἕνα μοναχὸν ἔχω ἐκεῖ φίλον, καὶ κἂν αὐτός μοι πείθεται· καὶ ὅτε ὁρᾷ με, στρέφεται ὡς ἀνέμη. λέγει αὐτῷ ὁ γέρων· καὶ τίς καλεῖται ὁ ἀδελφός; ὁ δὲ λέγει· Θεόπεμπτος. εἰπὼν δὲ ταῦτα ἀπῆλθεν, καὶ ἀναστὰς ὁ ἀββᾶς Μα κάριος ἀπέρχεται ἐπὶ τὴν παρακάτω ἔρημον, καὶ ἀκούσαντες οἱ ἀδελφοὶ, λαβόντες βαΐα ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ. καὶ λοιπὸν ἕκαστος ηὐτρεπίζετο 34.241 νομίζων, ὅτι παρ' αὐτῷ ἔμελλε καταλύειν ὁ γέρων. ὁ δὲ ἐζήτει, τίς εἴη ὁ καλούμενος Θεόπεμπτος ἐν τῷ ὄρει. καὶ εὑρὼν εἰσῆλθε εἰς τὸ κελλίον αὐτοῦ. ὁ δὲ Θεό πεμπτος ὑπεδέξατο αὐτὸν χαίρων. ὡς δὲ ἤρξατο ἰδιάζειν αὐτὸν, ὁ γέρων λέγει· πῶς τὰ κατὰ σὲ, ἀδελφέ; ὁ δὲ εἶπεν· εὐχαῖς σου, καλῶς. εἶπε δὲ ὁ γέρων· μὴ πολε μοῦσί σε οἱ λογισμοί; ὁ δὲ εἶπε· τέως καλῶς εἰμι· ᾐδεῖτο γὰρ εἰπεῖν. λέγει αὐτῷ ὁ γέρων· ἰδοὺ πόσα ἔτη ἀσκῶ, καὶ τιμῶμαι παρὰ πάντων, καὶ ἐμοὶ τῷ γέ ροντι ὀχλεῖ τὸ πνεῦμα τῆς πορνείας. ἀπεκρίθη λέγων ὁ Θεόπεμπτος· πίστευε, ἀββᾶ, καὶ ἐμοί· ὁ δὲ γέρων προεφασίζετο καὶ ἑτέρους λογισμοὺς πολεμεῖν αὐτῷ, ἕως ποιήσει αὐτὸν ὁμολογῆσαι· εἶτα λέγει αὐτῷ· πῶς νηστεύεις; ὁ δὲ λέγει αὐτῷ· τὴν ἐνάτην. λέγει αὐτῷ ὁ γέρων· νήστευε ἕως ὀψὲ, καὶ ἄσκει· καὶ ἀποστήθιζε τοῦ εὐαγγελίου καὶ τῶν ἄλλων γραφῶν· καὶ ἐάν σοι ἀναβῇ λογισμός, μηδέποτε πρόσχῃς κάτω, ἀλλὰ πάν τοτε ἄνω· καὶ εὐθέως σοι ὁ κύριος βοηθεῖ. καὶ τυ πώσας ὁ γέρων τὸν ἀδελφὸν ἐξῆλθεν εἰς τὴν ἰδίαν ἔρημον. καὶ παρατηρῶν πάλιν ὁρᾷ ἐκεῖνον τὸν δαίμονα, καὶ λέγει αὐτῷ· ποῦ πάλιν ἀπέρχῃ; ὁ δὲ λέ γει· ὑπομνῆσαι τοὺς ἀδελφούς, καὶ ἀπῆλθεν. ὡς δὲ πάλιν ἐπανῆλθε, λέγει αὐτῷ ὁ ἅγιος· πῶς οἱ ἀδελ φοί; ὁ δὲ λέγει· κακῶς· ὁ δὲ γέρων λέγει· διὰ τί; ὁ δὲ εἶπεν· ἄγριοί εἰσιν ὅλοι· καὶ τὸ μεῖζον κακόν, ὅτι καὶ ὃν εἶχον φίλον ὑπακούοντά μοι, καὶ αὐτὸς οὐκ οἶδα πόθεν διεστράφη, καὶ οὐδὲ αὐτός μοι πείθεται, ἀλλὰ πάντων ἀγριώτερος ἐγένετο· καὶ ὤμοσα μηκέτι τὰ ἐκεῖ πατῆσαι, εἰ μὴ μετὰ χρόνον. καὶ οὕτως εἰπὼν ἀπῆλθεν ἐάσας τὸν γέροντα· καὶ ὁ ἅγιος εἰσῆλθε εἰς τὸ κελλίον αὐτοῦ. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος ὁ μέγας τῷ ἀββᾷ Ἀντωνίῳ εἰς τὸ ὄρος, καὶ κρούσαντος αὐτοῦ τὴν θύ ραν ἐξῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· σὺ τίς εἶ; ὁ δὲ ἔφη· ἐγώ εἰμι Μακάριος· καὶ κλείσας τὴν θύραν εἰσῆλθε καὶ ἀφῆκεν αὐτόν. καὶ ἰδὼν τὴν ὑπο μονὴν αὐτοῦ ἤνοιξεν αὐτῷ. καὶ χαριεντιζόμενος μετ' αὐτοῦ ἔλεγεν· ἀπὸ πολλοῦ χρόνου ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. καὶ φιλοξενήσας αὐτὸν ἀνέπαυ σεν· ἦν γὰρ