Apophthegmata Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου. ∆ιηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελ λίον εἰς Αἴγ

 οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ ἠρώτησα αὐτούς· ὅταν γίνηται χειμών, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμ

 ἀπὸ καμάτου πολλοῦ. ὀψίας δὲ γενομένης ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία· καὶ λέγει 34.244 αὐτῷ ὁ ἀββᾶς Μακάριος· κέλευσον, ἵνα κἀγὼ βρέξω ἐμαυτῷ.

 ἐδίδουν αὐτῷ· ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ· ὁ δὲ μαθητὴς, εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· διὰ τὸν κύριον, μὴ δῶτε αὐτῷ·

 ὁ ἀββᾶς Μακάριος· εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦ τος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις· ἀμήχανον γάρ ἐ

 πράγματος ὠφελοῦντος αὐτούς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκα σθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ ε

 αὐτῶν. ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν, πῶς κάθηνται· καὶ κρού σαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχ

 συκίδια· καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν, καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύω αὐτοῦ, κάθημαι κλαίων. Εἶπεν ὁ ἀββᾶς Μακάριος, ὅτι περιπατῶν π

 Μακάριος· φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου, καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.

ἐδίδουν αὐτῷ· ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ· ὁ δὲ μαθητὴς, εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· διὰ τὸν κύριον, μὴ δῶτε αὐτῷ· εἰ δὲ μήγε, εἰς τὸ κελλίον μέλλει ἑαυτὸν δαμάζειν. καὶ μαθόντες οἱ ἀδελφοὶ οὐκ ἔτι αὐτῷ παρεῖχον. Παρερχόμενός ποτε ἀπὸ τοῦ ἕλους εἰς τὸ κελ λίον ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, ἐβάσταζε θαλλία, καὶ ἰδοὺ ὑπήντησεν αὐτῷ ὁ διάβολος κατὰ τὴν ὁδὸν μετὰ δρεπάνου. καὶ ὡς ἠθέλησεν αὐτὸν κροῦσαι, οὐκ ἴσχυσε. καὶ λέγει αὐτῷ· πολλὴ βία ἀπὸ σοῦ, Μακάριε, ὅτι οὐ δύναμαι πρὸς σέ· ἰδοὺ γάρ, εἴ τι ποιεῖς, κἀγὼ ποιῶ· σὺ νηστεύεις· κἀγώ· ἀγρυ πνεῖς· κἀγὼ ὅλως οὐ κοιμῶμαι· ἕν ἐστι μόνον, ἐν ᾧ νικᾷς με. λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· ποῖον τοῦτο; ὁ δὲ ἔφη· ἡ ταπείνωσίς σου. καὶ διὰ τοῦτο οὐ δύναμαι πρὸς σέ. Ἠρώτησάν τινες τῶν πατέρων τὸν ἀββᾶν Μακάριον τὸν Αἰγύπτιον, λέγοντες· πῶς ὅτε ἐσθίεις καὶ ὅτε νηστεύεις τὸ σῶμά σου ξηρόν ἐστι; καὶ λέγει 34.248 αὐτοῖς ὁ γέρων· τὸ ξύλον τὸ στρέφον τὰ καιόμενα φρύγανα δι' ὅλου ἐσθίεται ἐκ τοῦ πυρός. οὕτως ἐὰν καθαρεύσῃ ἄνθρωπος τὸν νοῦν αὐτοῦ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, αὐτὸς ὁ φόβος τοῦ Θεοῦ κατεσθίει τὸ σῶμα αὐτοῦ. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Μακάριος ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν κοιμηθῆ ναι· ἦσαν δὲ ἐκεῖ σκηνώματα Ἑλλήνων παλαιά· καὶ λαβὼν ἕν, ὑπέθηκε τῇ ἑαυτοῦ κεφαλῇ ὡς ἐμβρίμιον· οἱ οὖν δαίμονες ὁρῶντες αὐτοῦ τὸ θαρσα λέον, ἐφθόνησαν· καὶ θέλοντες αὐτὸν πτοῆσαι, ἐφώ νουν ὡς γυναικὸς ὄνομα, λέγοντες· ἡ δεῖνα, δεῦρο μεθ' ἡμῶν εἰς τὸ βαλανεῖον· ὑπήκουσε δὲ ἄλλος δαί μων ὑποκάτωθεν αὐτοῦ ὡς ἐκ τῶν νεκρῶν λέγων· ξένον ἔχω ἐπάνω μου, καὶ οὐ δύναμαι ἐλθεῖν. ὁ δὲ γέρων οὐκ ἐπτοήθη, ἀλλὰ θαῤῥῶν ἔτυπτε τὸ σκήνωμα λέγων· ἔγειραι, ὕπαγε εἰς τὸ σκότος, εἰ δύνασαι. καὶ τοῦτο ἀκούσαντες οἱ δαίμονες, ἐβόησαν φωνῇ μεγάλῃ λέγοντες· ἐνίκησας ἡμᾶς· καὶ ἔφυγον καταισχυνό μενοι. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυ πτίου, ὅτι ἀναβαίνων ἀπὸ Σκήτεως, καὶ βαστάζων σπυρίδας, κοπιάσας ἐκαθέσθη· καὶ εὔξατο λέγων· ὁ Θεὸς, σὺ οἶδας ὅτι οὐκ ἰσχύω· καὶ εὐθέως εὑ ρέθη ἐπὶ τὸν ποταμόν. Ἦν τις ἔχων υἱὸν παραλυτικὸν ἐν Αἰγύπτῳ· καὶ ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μακα ρίου· καὶ ἀφεὶς αὐτὸν ἐπὶ τὴν θύραν κλαίοντα, ἀνεχώρησε μακράν. παρακύψας οὖν ὁ γέρων εἶδε τὸ παιδίον, καὶ λέγει αὐτῷ· τίς ἤνεγκέ σε ὧδε; καὶ λέγει· ὁ πατήρ μου ἔῤῥιψέ με ὧδε, καὶ ἀπῆλθε. λέγει αὐτῷ ὁ γέρων· ἀναστὰς κατάλαβε αὐτόν. καὶ εὐθέως ὑγιάνας ἀνέστη, καὶ κατέλαβε τὸν πατέρα αὐτοῦ· καὶ οὕτως ἀπῆλθον εἰς τὸν οἶκον αὐτῶν. Ὁ ἀββᾶς Μακάριος ὁ μέγας ἔλεγε τοῖς ἀδελ φοῖς ἐν τῇ Σκήτει, ὡς ἀπέλυε τὴν ἐκκλησίαν· φεύ γετε, ἀδελφοί. καὶ εἶπεν αὐτῷ τις τῶν γερόντων· ποῦ ἔχομεν φυγεῖν πλέον τῆς ἐρήμου ταύτης; ὁ δὲ ἐτίθει τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα λέγων· τοῦτο φεύγετε. καὶ εἰσήρχετο εἰς τὸ κελλίον ἐαυτοῦ καὶ ἔκλειε τὴν θύραν καὶ ἐκάθητο. Εἶπεν ὁ αὐτὸς ἀββᾶς Μακάριος· ἐάν τινι ἐπιτιμῶν εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος πληροῖς· οὐ γὰρ ἵνα ἄλλους σώσῃς, σεαυτὸν ἀπολέσεις. Ὁ αὐτὸς ἀββᾶς Μακάριος, ἐν Αἰγύπτῳ ὤν, εὗρεν ἄνθρωπον ἔχοντα κτῆνος καὶ συλοῦντα τὰς χρείας αὐτοῦ· καὶ αὐτὸς ὡς ξένος παραστὰς τῷ συ λοῦντι, συνεγέμου τὸ κτῆνος, καὶ μετὰ πολλῆς ἡσυ χίας προέπεμπεν αὐτὸν λέγων, ὅτι οὐδὲν εἰσηνέγ καμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγ 34.249 κεῖν τι δυνάμεθα. ὁ Κύριος ἔδωκεν· ὡς αὐ τὸς ἠθέλησεν, οὕτως καὶ ἐγένετο. εὐλογητὸς Κύ ριος ἐπὶ πᾶσιν. Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγον τες· πῶς ὀφείλομεν προσεύχεσθαι; λέγει αὐτοῖς ὁ γέρων· οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ' ἐκτείνειν τὰς χεῖρας, καὶ λέγειν· κύριε, ὡς θέλεις καὶ ὡς οἶ δας ἐλέησον· ἐὰν δὲ ἐπίκειται πόλεμος· κύριε, βοήθει· καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ' ἡμῶν ἔλεος. Εἶπεν