χρώμενον καὶ πρὸς τὴν γένυν ὑποκαθημένην ὑποκλῶντα ταύτην καὶ κάμπτοντα, ἐνθυμοῦμαι τοῦ Ἰνδοῦ τὴν ἐπὶ τούτῳ ὀφρῦν ὅπως εἶχε ταύτην ὑπὲρ ἕνα πῆχυν τῆς κεφαλῆς, καὶ ἠρέμα μὲν ταύτης καταγελῶ, δῆλος δέ εἰμι τῇ θέᾳ ἐνθουσιῶν καὶ τῇ πατρίδι συγχαίρων ὅτι τοῖς τοιούτοις τετίμηται. Ὅταν δὲ καὶ τὴν ἐν τῇ παρδάλει θεάσομαι κάμηλον, ἢ τὴν ἐν τῇ καμήλῳ ἔλαφον, τὸ ἁπλοῦν ζῷον καὶ σύνθετον, ὑψηλὰ βιβῶσαν, ὥσπερ ἀπὸ μηχανῆς τὸν τράχηλον ὑψοῦσαν καὶ αὖθις συστέλλουσαν, δίπουν ὁμοῦ καὶ τετράπουν κατὰ τὸ αἴνιγμα τῆς Σφιγγός, τῷ μὴ τοῖς τέσσαρσιν ἐναλλὰξ καὶ παρὰ μέρος χρῆσθαι πρὸς κίνησιν, ἀλλὰ συνδύο προϊέναι παρὰ μέρος ἑκάτερον, ἐκπλήττομαι ὅπως οἱ Αἰγύπτιοι καὶ Αἰθίοπες, οἱ καθάπερ κρείττονι φύσει τῷ ζῴῳ τούτῳ προσανακείμενοι, ἐς τὴν Ῥωμαίων βαδίζον ἰδεῖν ὑπέμειναν γῆν. ἀλλὰ τοῦτο μὲν ὅποι φέρει ἀναβεβλήσθω τὰ νῦν, ἔχει γάρ τινα λόγον ἀπόρρητον ἐν συμβόλοις παραδεικνύμενον. Ἐγὼ δὲ τί πάθω καὶ πρὸ τῶν ἀγώνων ἀποκαμών, καὶ νῦν μόλις ποτὲ ἐφαψάμενος; ἀλλὰ συλλάβοισθέ μοι πάντες ὅσοι μοι ἀπὸ τῶν αὐτῶν κρατήρων τοῦ λόγου πεπώκατε. εἰ γὰρ ἔτι περὶ τὴν τοῦ ὄρους ὑπώρειαν διατρίβοντι τὸ πνεῦμα ἐπέλιπε, τί ἂν γένωμαι τῆς ἀνόδου δραξάμενος; ὅθεν τοῦτο μὲν οὐκ ἂν ἐγχειρήσαιμι- μαινοίμην γὰρ ἂν-τῶν δὲ προπόδων ἀνθέξομαι. καί μοι κἀνταῦθα συγκάμοιτε, καὶ ἄλλος ἄλλο τι τῷ βασιλεῖ ὥσπερ ἔρανον εὐφημίας συνεισενέγκοιτε, τὸ μὲν ἐν ἤθει φιλόσοφον οἱ φιλόσοφοι, τὴν εὐγλωττίαν οἱ ῥήτορες, τὴν περὶ νόμους ἐπιστήμην οἱ τῶν νόμων ἐπήβολοι, οἱ στρατηγοὶ τὴν ἐν συμβουλίαις καὶ γνώμαις στρατηγικαῖς δύναμιν, τὴν τοῦ ἤθους ἁρμονίαν οἱ μουσικοί, οἱ ὀξεῖς καὶ ἀγχῖνοι καὶ μνήμονες τὸν ὑπερφυῆ καὶ ὑπέρνουν καὶ ἀνεπίληστον, οἱ ταχεῖς καὶ ὀξύρροποι τὸν ἐν ταχυτῆτι βεβηκότα φρενός, ἡ νεότης τὸ πολιὸν τῆς ψυχῆς, ἡ πολιὰ τὸ τῆς διανοίας σύντονον καὶ ἀκάματον. πρὸς τούτοις καὶ τἆλλα προστιθείητε, τὴν περὶ τὰ θεῖα σοφίαν, τὴν τὴς φιλανθρωπίας πηγήν, τὴν τῆς δικαιοσύνης στάθμην, τὴν πρὸς τὰ δεινὰ μεγαλοψυχίαν, τὸ πρὸς τὰ συμπίπτοντα ἀδεές, τὸ τῆς γνώμης ἐπιεικές, τὸ τοῦ φρονήματος ἀκριβές, τὴν ἐν τῷ μεγαλοπρεπεῖ μετριότητα καὶ ἐν τῷ μετρίῳ μεγαλοπρέπειαν. Ἀλλ' ὅταν μέν σε ἴδω μεγαλοπρεπῶς ἐπαιρόμενον καὶ τῷ τοῦ κράτους ἀξιώματι σεμνυνόμενον καὶ τὴν ἀρχικὴν δημιουργοῦντα σκηνήν, ἐπὶ τῶν νεφελῶν σε βλέπω καθήμενον καὶ μετὰ γνόφου καὶ λαίλαπος χρηματίζοντα, καὶ θείων ἀκούειν δοκῶ φωνῶν. ὅθεν οὐδὲ τὸν ἀθέατον γνόφον εἰσέρχομαι, ἀλλὰ μετὰ τῆς γερουσίας ἵσταμαι πόρρωθεν, ἵνα μὴ τοῖς στερροῖς λόγοις ὡς λίθοις βληθῶ. ὅταν δὲ φιλοσοφοῦντα ἴδω καὶ τὴν σκηνὴν ἀποθέμενον, τὴν ἄρρητον ὁρῶ τοῦ θεοῦ συγκατάβασιν, τὸ ἀμέτρητον βάθος τῆς ταπεινώσεως. εἰ γὰρ καὶ φίλων πόδας οὐκ ἔνιψας, ἀλλὰ νοσούντων τραύματα κατεφίλησας, καὶ τοὺς μὲν λευκανθίζοντας ὄγκους ὡς μαργαρίτας ἠγάπησας, τὰ δὲ πυρρὰ τῶν οἰδημάτων ὡς τοὺς ἀνθρακώδεις λίθους καὶ πυραυγεῖς. Τί δὲ οἱ τῷ θεῷ τοὺς τῆς ἀσκήσεως δρόμους ἰθύνοντες οὐκ ἄν μοι γένοισθε καὶ αὐτοὶ μέρος τῆς πανηγύρεως καὶ τοῦ καινοῦ τούτου ἀγῶνος συλλήπτορες; οὐχ οὗτος πρὸς μὲν τὴν πρᾶξιν ὑμᾶς ἐγείρει, πρὸς δὲ τὴν θεωρίαν πτεροῖ, καὶ τὴν μὲν πιναρὰν ὑμῶν κόμην καταφιλεῖ, τῆς δὲ πορφύρας τοὺς τρίβωνας ἀνταλλάσσεται; καὶ σφραγίσατέ μοι τὸν λόγον τὸ Σιναῖον ὄρος, τὸ Ἱμαῖον, ὁ ὑψηλότατος Ἄθως, ὁ βορειότατος Ὄλυμπος, ἐφ' οἷς οὐκ ἐξενοδόχηται μέν, τοὺς δὲ ὑμῶν ἀνίπτους καὶ χαμαιεύνας πρὸς τὴν ἐν τῇ βασιλείᾳ ξενίαν εἰσκέκληκεν. Ἀλλὰ τί δράσω; πῶς δ' ἐμαυτὸν ἐπίσχω; πῶς καθέξω τοὺς λογισμούς; ὁμοῦ γε γὰρ ἡψάμην ὅσον ἐν σκιαῖς τῶν σῶν ἐγκωμίων, καὶ τὴν γνώμην ἠλλοίωμαι, καὶ οὐκ οἶδ' ὅπως εἴπω, θεοφοροῦμαι καὶ ἀκάθεκτός εἰμι τὴν ὁρμήν. ἀλλ' ἐπεὶ στέγειν τὴν θεοληψίαν οὐ δύναμαι, ἐπανακάμπτω πρὸς ἐμαυτόν, ἵνα σε θεωρήσω