πορθμῷ οὐκ ἐν ταῖς πίναις ὅ ἐστιν ὀστράκων εἶδος μαργαρι τοφόρον, ἀλλ' ἐν τοῖς προσαγορευομένοις μυσί. Τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ ἐν τέλμασίν ἐστιν. Ἱστόρηται δὲ καὶ τέταρτον γένος εἶναι μαργαριτῶν περὶ τὴν Ἀκαρνανίαν ἐν ταῖς τῶν ὀστρέων πίναις· οὐ σπουδαῖοι δὲ οὗτοι ἄναν, ἀλλὰ καὶ ἄρρυθμοι καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα τέλεον διατεθολωμένοι καὶ ῥυπῶντες. Καὶ ἄλλοι δὲ παρὰ τούτους εἰσὶ περὶ τὴν αὐτὴν Ἀκαρνανίαν πάντων ἕνεκεν ἀπόβλητοι. 10.8 Ταῦτα δὲ συναγαγὼν ἐκ τῆς περὶ λίθων πραγματείας, φημὶ τὸν σωτῆρα ἐπιστάμενον διαφορὰν μαργαριτῶν, ὧν ἐν τῷ γένει εἰσὶ καὶ καλοὶ καὶ ἄλλοι φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας· εἰ γὰρ μὴ καὶ φαῦλοι ἦσάν τινες ἐν μαργαρίταις, οὐκ ἂν εἴρητο ζητοῦντι καλοὺς μαργαρίτας. Ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις καὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργα ρίτας, καὶ ἔστωσαν, ἵν' οὕτως ὀνομάσω, οἱ ἀπὸ τῆς οὐρανίου δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὓς ὁ κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος. Ὁ δὲ ἀγελάρχης τῶν μαργαριτῶν, ᾧ εὑρισκομένῳ καὶ οἱ λοιποὶ συνευρίσ κονται, ὁ πολυτίμητος μαργαρίτης, ὁ Χριστὸς τοῦ θεοῦ, ὁ ὑπὲρ τὰ τίμια γράμματα καὶ νοήματα τοῦ νόμου καὶ τῶν προφητῶν λόγος, οὗ εὑρεθέντος καὶ τἆλλα πάντα εὐμαρῶς παραλαμβάνονται. ∆ιαλέγεται δὲ ὁ σωτὴρ τοῖς μαθηταῖς πᾶσιν ὡς ἀνθρώποις ἐμπόροις, οὐ μόνον ζητοῦσι τοὺς καλοὺς μαργαρίτας, ἀλλὰ καὶ εὑροῦσιν αὐτοὺς καὶ κεκτημένοις, ἐν οἷς φησι· «Μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.» ∆ῆλον δὲ ὅτι τοῖς μαθηταῖς ταῦτα λέλεκται ἐκ τοῦ προτετάχθαι τῶν λόγων τὸ «ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ»· ἐν γὰρ τῷ εἱρμῷ τῶν λόγων ἐκείνων εἴρηται· «Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.» Μήποτε οὖν ὁ μὴ ἔχων μαργαρίτας ἢ τὸν πολύτιμον μαργα ρίτην οὐδὲ μαθητής ἐστι τοῦ σωτῆρος καὶ *** τοὺς μαργαρίτας τοὺς καλούς, οὐ τοὺς νεφώδεις οὐδὲ τοὺς ἀχλυώδεις, ὁποῖοί εἰσιν οἱ τῶν ἑτεροδόξων λόγοι, οὐ πρὸς ἀνατολὰς γεννώμενοι ἀλλὰ πρὸς δυσμὰς ἢ πρὸς βορρᾶν, εἰ χρὴ καὶ ταῦτα προσ παραλαμβάνειν δι' ἣν εὕρομεν διαφορὰν μαργαριτῶν ἐν διαφόροις γινομένων τόποις. Τάχα δὲ οἱ τεθολωμένοι λόγοι καὶ αἱ ἐν τοῖς ἔργοις τῆς σαρκὸς κατειλιγμέναι αἱρέσεις οἱ ἀχλυώδεις εἰσὶ καὶ οἱ ἐν τέλμασι γινόμενοι μαργαρῖται οὐ καλοί. 10.9 Συνάψεις δὲ τῷ ζητοῦντι καλοὺς μαργαρίτας τὸ «ζητεῖτε καὶ εὑρήσετε» καὶ τὸ «πᾶς ὁ ζητῶν εὑρίσκει». Τί γὰρ «ζητεῖτε», ἢ τί «πᾶς ὁ ζητῶν εὑρίσκει»; Ἀποτολμήσας εἴπω τοὺς μαργαρίτας καὶ τὸν μαργαρίτην ὃν ὁ πάντα δοὺς καὶ ζημιωθεὶς κτᾶται, δι' ὅν φησιν ὁ Παῦλος· «Τὰ πάντα ἐζημιώθην, ἵνα Χριστὸν κερδήσω», «πάντα» λέγων τοὺς καλοὺς μαργαρίτας, καὶ «Χριστὸν κερδήσω», τὸν ἕνα πολύτιμον μαργαρίτην. Τίμιον μὲν οὖν λύχνος τοῖς ἐν σκότει καὶ χρεία λύχνου ἕως ἀνατείλῃ ὁ ἥλιος· τιμία δὲ καὶ ἡ ἐπὶ τοῦ προσώπου Μωσέως δόξα-ἐγὼ δ' οἶμαι ὅτι καὶ τῶν προφητῶν-καὶ καλὸν θέαμα, δι' ἧς εἰσαγόμεθα πρὸς τὸ δυνηθῆναι ἰδεῖν τὴν δόξαν Χριστοῦ, ᾗ μαρτυρῶν ὁ πατήρ φησιν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ηὐδόκησα.» Ἀλλ' «οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης», καὶ χρεία ἡμῖν πρότερον δόξης τῆς ἐπιδεχομένης κατάργησιν ὑπὲρ «τῆς ὑπερβαλλούσης δόξης», ὡς χρεία γνώσεως τῆς ἐκ μέρους, ἥτις «καταργηθήσεται, ὅταν ἔλθῃ τὸ τέλειον». Πᾶσα τοίνυν ψυχὴ ἐρχομένη εἰς νηπιότητα καὶ ὁδεύουσα «ἐπὶ τὴν τελειότητα» δεῖται, μέχρις ἐνστῇ αὐτῇ «τὸ πλήρωμα τοῦ χρόνου», παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων, ἵνα μετὰ ταῦτα πάντα ὁ πρότερον μηδὲν «διαφέρων δούλου κύριος πάντων ὢν» ἀπολάβῃ ἐλευθερω θεὶς ἀπὸ παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων τὰ πατρῷα, τὰ ἀνάλογον τῷ πολυτιμήτῳ μαργαρίτῃ καὶ τῷ ἐρχομένῳ τελείῳ, καταργοῦντι «τὸ ἐκ μέρους», ὅταν «τὸ ὑπερέχον τῆς γνώσεως