ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ' ὀνει δίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρου μένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φο βεῖσθαι. Στίχ. δʹ. Ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην, παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει. Εἶτά φησιν καθ' ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑπο 17.72 λαμβάνεται, ὅτι διὰ τὰ ἁμαρτήματα ταῦτα πάσχω· ἆρ' οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος. Εἰ καὶ καθ' ὑπόθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει· εἰ καὶ τοιοῦτος ἤμην, ἆρ' οὐκ ἐχρῆν ὑμᾶς βλέποντας μάστιγας, τοὺς ἰχῶ ρας, τοὺς σκώληκας, τὴν ἀπώλειαν τῶν ὑπαρχόντων, αἰδεσθῆναι; Ἀλλὰ προσεπιβαίνετέ μοι μὴ ἐλεοῦντές με, μηδὲ συμπαθοῦντές μου τῇ περιστάσει. Στίχ. εʹ. Ἔα δὲ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. Οὐ μετρίως μοι ὀνειδίζετε, ἀλλ' ἐναλλόμενοι ὡσπερεὶ ἐπιβαίνοντες καὶ καταπατοῦντές με ὀνει δίζετε. Στίχ. ʹ. Ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. Οἱονεὶ ὑπὸ τεῖχος τῆς περιστάσεώς εἰμι ὀχύρωμα, ὃ οὐ δύναμαι φεύγειν, ἕως οὗ κρινεῖ ὁ Θεὸς καθελεῖν αὐτό. Στίχ. ζʹ. Ἰδοὺ γελῶ ὀνείδει, καὶ οὐ λαλήσω. Τοῦτό ἐστι τό· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τοῦ αὐτοῦ. Ἰδοὺ ἐπὶ τῷ ὀνείδει ὑμῶν γελᾷν, οὐ λαλεῖν νομίζομαι. ΚΕΦ. Κʹ. Στίχ. ʹ. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. Τοῦ ἀσεβοῦς ἐὰν ἀναβῇ τὰ δῶρα εἰς τὸν οὐρανὸν, ἐὰν πάνυ ὑψωθῇ, ἐὰν ἡ θυσία αὐτοῦ νεφῶν ἅψηται. Ὅτ' ἂν εὔξηται ὁ αἱρετικὸς, ὅτ' ἂν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅτ' ἂν δοκῇ κατεστηρίχθαι· τότε εἰς τέλος ἀπολεῖται. Ἡ γὰρ εὐχὴ αὐτοῦ λο γίζεται αὐτῷ εἰς ἁμαρτίαν, καὶ ἔστιν αὐτὴ ἡ εὐχὴ αὐτοῦ ἁμαρτία. Στίχ. ζʹ. Ὅταν γὰρ δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξα σθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Στίχ. ζʹ. Οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἰδόντες αὐτόν; Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. ηʹ. Ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ. Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδου σιν σφαλλόμενοι, καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὃ οὐ μὴ εὑρεθῇ. Στίχ. ιʹ. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες. Τοὺς υἱοὺς καὶ μαθητὰς τοῦ ταῦτα διδάξαντος. Στίχ. ιʹ. Αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. Αἱ χεῖρες αὐτοῦ, φησὶν, τουτέστιν αἱ πράξεις, ἐξά ψουσιν αὐτῷ κόλασιν. Αἱ δὲ χεῖρες αὐτοῦ. Τοῦ ἀσεβοῦς τούτου καὶ ἐσφαλμένου, οὗ ἡ προσευχὴ λογίζεται εἰς ἁμαρ τίαν, οὗ ἡ θυσία ἐὰν ἀναβῇ εἰς οὐρανὸν, καὶ νε 17.73 φῶν ἅψηται, τότε εἰς τέλος ἀπόλλυται· τούτου αἱ χεῖρες ὀδύνας πυρσεύσουσι· τουτέστι, καὶ ἐν ὀδύναις ἐσχάταις διάξουσι. Λέγει δὲ περὶ τῶν υἱῶν τοῦ πα ρανόμου. Στίχ. ιγʹ. Χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. Ἔχει γὰρ μαθήματα, ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, οἱονεὶ πονηρὰ, ἡ περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ τὰ ἑξῆς. Καὶ μετ' ὀλίγα· Χολὴ δὲ ἀσπίδος ἐν γαστρὶ τοῦ ἑτεροδόξου, καὶ ἀσεβοῦντος ἐν τοῖς δόγμασι, τοῖς ἐναντίοις τῇ ἀληθείᾳ. Στίχ. ιεʹ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξε μεθήσεται. Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖ νος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ' ὁ ἀγαθὸς οὐκ ἐάσει αὐτοὺς πεπτωκότας, πλοῦ τον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι. Στίχ. ιεʹ. Ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. Ἄγγελος γὰρ κατ' ἐνέργειαν καὶ εὐεργεσίαν τοῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπ' αὐτῆς τῆς κακῶς οἰκοδο μηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλ' ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ. Στίχ. ιζʹ. Μὴ ἴδοι ἄμελξιν νομάδων. Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. Νο μάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. ∆ι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Στίχ. ιηʹ. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατά ποτος. Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐ δὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. Στρίφνος βοτάνη, τίς