εἶτα μετὰ τοῦτο προστάσσει αὐτοῖς μὴ ἐπαίρεσθαι, καὶ διδάσκει ὃ ποιητέον. τί οὖν τὸ ἀκοῦσαι καὶ τί τὸ ἐνωτίσασθαι, ἀπ' αὐτῆς τῆς λέξεως κατανοήσωμεν. τὸ «ἐνωτίσασθε» εἰς τὰ ὦτα δέξασθε, καὶ τὸ «ἀκούσατε», εἰ πρὸς ἀντιδιαστολὴν λέγεται τοῦ «ἐνωτίσασθε», μήποτέ ἐστιν εἰς τὴν διάνοιαν δέξασθε. καὶ ἐπὶ τῶν λεγομένων ἐν ταῖς γραφαῖς ἃ μέν ἐστιν ἀπορρητότερα καὶ μυστικώτερα, ἃ δὲ αὐτόθεν χρήσιμα τοῖς νοοῦσι. περὶ μὲν τῶν ἀπορρητοτέρων οἶμαι λέγεται τὸ «ἀκούσατε», περὶ δὲ τῶν αὐτόθεν χρησίμων καὶ χωρὶς ἑρμηνείας δυναμένων ὠφελῆσαι τὸν ἀκούοντα τὸ «ἐνωτίσασθε». ὅλην οὖν τὴν γραφὴν ἐὰν ἐξετάσωμεν, ἐροῦμεν «δόκιμοι γενόμενοι τραπεζῖται»· τοῦτο μὲν ἀκούσατε, τοῦτο δὲ ἐνωτίσασθε. Εἶτα ἐπὰν ἐπακούσωμεν καὶ ἐνωτισώμεθα, προστάσσει ἡμῖν· «καὶ μὴ ἐπαίρεσθε»· «πᾶς» γὰρ «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». καὶ ὁ σωτὴρ δὲ ἐν τῷ λέγειν· «μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν», διδάσκει ἡμᾶς τὸ μὴ ἐπαίρεσθαι. μετὰ γὰρ τῶν ἄλλων ἀνθρωπίνων κακῶν καὶ τοῦτο τὸ ἁμάρτημα πολὺ ἐν ἡμῖν ἐστιν, ὁτὲ μὲν γὰρ πάνυ ἀλόγως ἐπαιρομένοις καὶ ἐφ' ᾧ οὐδὲ κατὰ τὸ ποσὸν ἐπαίρεσθαι χρή, ὁτὲ δὲ μετὰ πιθανότητος, ὅτι εὔλογον τὸ ἐφ' ᾧ ἐπαιρόμεθα, οὐ μὴν ὑγιὲς καὶ ἐπ' ἐκείνῳ τὸ ἐπαίρεσθαι. 12.8 ὃ δὲ λέγω οὕτως ἔσται σαφές· εἰσί τινες ἐπαιρόμενοι, ὅτι εἰσὶν υἱοὶ ἡγεμόνων καὶ ὅτι γένους εἰσὶ τῶν ἀπὸ κοσμικῶν ἀξιωμάτων μεγάλων. οἱ τοιοῦτοι ἐπὶ ἀπροαιρέτῳ καὶ ἀδιαφόρῳ πράγματι ἐπαιρόμενοι οὐδὲ πιθανότητα εὔλογον ἔχουσι τὴν παραβαλλομένην αὐτοὺς ἐπὶ τὸ ἐπαίρεσθαι. εἰσὶν ἐπαιρόμενοι, ὅτι ἐξουσίαν ἔχουσιν ἀναιρεῖν ἀνθρώπους, καὶ ἐπαιρόμενοι, ὅτι εἰλήφασι τὴν παρ' αὐτοῖς καλουμένην προκοπὴν τοιαύτην ὥστε ἀποτεμεῖν ἀνθρώπων κεφαλάς. «ἡ δόξα» τῶν τοιούτων «ἐν τῇ αἰσχύνῃ αὐτῶν» ἐστιν. ἄλλοι ἐπὶ πλούτῳ ἐπαίρονται, οὐ τῷ ἀληθινῷ ἀλλὰ τῷ κάτω· καὶ ἄλλοι ἐπαίρονται, φέρ' εἰπεῖν, ἐπὶ τῷ οἰκίαν ἔχειν καλὴν ἢ ἀγροὺς πολλούς. οὐδὲν τούτων ἐστὶ λόγου ἄξιον, οὐ χρὴ ἐπαίρεσθαι ἐπί τινι τούτων. Τὸ πιθανὸν δὲ περὶ τοῦ ἐπαίρεσθαι, ὅταν τις ἐπαίρηται, ὅτι σοφός ἐστι, καὶ ἐπαίρηται συνειδὼς ἑαυτῷ, ὅτι ἤδη ἀπὸ δέκα ἐτῶν οὐχ ἥψατο ἀφροδισίων ἢ καὶ ἐκ παίδων οὐχ ἥψατο· καὶ πάλιν ἄλλος ἐπαίρεται, ὅτι δεσμοὺς ἐφόρεσε τοὺς περὶ Χριστοῦ. πιθανότης μέν ἐστιν ἐνταῦθα ὑποβάλλουσα, ὅτι εὐλόγως τις ἐπαίρεται, οὐδὲ ἐπὶ τούτοις δὲ ὡς πρὸς τὸν ἀληθῆ λόγον εὐλόγως τις ἐπαίρεται. οὕτως οὐκ ἔστιν οὐδὲ ἐπὶ τούτοις εὐλόγως ἐπαίρεσθαι. Παῦλος εἶχε τὴν ὕλην τοῦ ἐπαίρεσθαι αὐτὸν διὰ τὰς ὀπτασίας, διὰ τὰ ὁράματα, διὰ τὰ τέρατα καὶ σημεῖα, διὰ τοὺς καμάτους οὓς ἔκαμεν ὑπὲρ Χριστοῦ, διὰ τὰς ἐκκλησίας ἃς ἔπηξε φιλοτιμούμενος, ὅπου μὴ ὠνομάσθη Χριστός, θεμελιοῦν ἐκκλησίαν. ταῦτα πάντα ὕλη <ἦ>ν τοῦ ἐπαί ρεσθαι αὐτὸν, εἰ χρὴ λέγειν μετὰ πιθανότητος τῆς περὶ τοῦ ἐπαίρεσθαι, ὅτι καλῶς ἂν ἔδοξέ τισιν ἐπαίρεσθαι αὐτόν. ἀλλ' ὅμως ἐπεὶ οὐδὲ τὸ ἐπὶ τοῖς τοιούτοις ἐπαίρεσθαι ἀκίνδυνόν ἐστιν, ὁ χρηστὸς πατὴρ ὡς ἐδωρήσατο αὐτῷ ὀπτασίας καὶ ὁράματα, οὕτως αὐτῷ ἐν χαρίσματος μοίρᾳ ἔδωκεν «ἄγγελον σατάν, ἵνα αὐτὸν κολαφίσῃ, ἵνα μὴ ὑπεραίρηται. καὶ περὶ τούτου τρὶς τὸν κύριον παρεκάλεσεν, ἵνα ἀποστῇ ἀπ' αὐτοῦ ὁ ἄγγελος τοῦ σατανᾶ», ὁ κατ' οἰκονομίαν ἵνα μὴ ἐπαίρηται δοθεὶς αὐτῷ. καὶ ἀπεκρίνατο αὐτῷ ὁ κύριος (ἄξιος γὰρ ἦν ἀποκρίσεως κυρίου ὁ Παῦλος) καὶ εἶπεν αὐτῷ· «ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». ἐπὶ οὐδενὶ οὖν δεῖ ἐπαίρεσθαι· ἀκολουθεῖ γὰρ πεσεῖν τῷ ἐπαίρεσθαι κατὰ τὸ «πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς καὶ πρὸ δόξης ταπεινοῦται». ταῦτα μὲν εἰς τὸ «ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι κύριος ἐλάλησεν». 12.9 Ἴδωμεν δὲ καὶ τίνα κελεύει ἡμᾶς μετὰ ταῦτα ποιεῖν· «δότε» φησὶ «κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς». τὸν διδόντα «δόξαν τῷ θεῷ» θέλει διδόναι «δόξαν τῷ θεῷ» φωτὸς ὄντος, ὡς οὐ δυναμένης δόξης ἀπαγγέλλεσθαι τοῦ θεοῦ, ἐπὰν συσκοτάσῃ καὶ γένηται σκότος. πότε οὖν συσκοτάζει, καὶ πότε ὁ