5
σύ· καὶ τῷ λίθῳ· Σύ με ἐγέννησας," τὸν διάβολον ἐπιγεγραμμένοι πατέρα. Ὁ γὰρ ποιῶν τὴν ἁμαρτίαν, φησὶν, ἐκ τοῦ διαβόλου γεγέννηται. Καὶ τοῖς πονηρευομένοις φησίν· "Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ." Ταῦτα δὲ καὶ προφητικῶς τῷ Σωτῆρι λέγειν ἁρμόττει, μήτε προσδεξαμένων, καὶ σταυρῷ τετιμηκότων αὐτὸν τῶν ἐξ Ἰσραὴλ, μόνοις αὐτοῖς ἐξ ἁπάντων ἐπιδημήσαντα τῶν ἐθνῶν. ∆ιόπερ φησίν· Ἰσραήλ με οὐκ ἔγνω. Καὶ ὁ λαός με οὐ συνῆκεν. οὐ γὰρ συνῆκαν, οἷος ἄρα αὐτὸς ἦν, ὁ καὶ τοῖς πατράσιν αὐτῶν ἐν ἀνθρωπείῳ σχήματι διαφόρως ἑωραμένος. Τοιγαροῦν φησιν· "Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἴδεν, καὶ ἐχάρη." Καί· "Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε!" Περὶ παντὸς μὲν οὖν ἀνθρώπου, τὸ κατ' εἰκόνα καὶ τὴν λογικὴν ἀπολωλεκότος ἀξίαν εἴρηται· καὶ, "Ὃς ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς·" Ἰουδαῖοι δὲ, τοσαύτης τιμῆς ἀπολαύσαντες, μὴ μόνον λογικοὶ γενόμενοι, ἀλλὰ καὶ Θεοῦ χρηματίσαι λαὸς, οὗτοι δὴ, φησὶν, ἀλόγων κτηνῶν πεφήνασιν ἀλογώτεροι, μήτε κατὰ βοῦν, τὸν δεσπότην γινώσκοντες. Φυσικὴ γὰρ τοῦτον φαντασία γινώσκει. Μήτε κατὰ ὄνον, τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ. 1832 Ὁ γὰρ ὄνος κἂν τὸν δεσπότην οὐκ οἶδεν, ἀλλ' οὖν εἰς τὸν τόπον τῆς φάτνης ἀπὸ συνηθείας ἐπείγεται. Τὴν φάτνην γὰρ γνωρίζει διὰ τὸ λαίμαργον, ∆ιόπερ, ὡς ἀνοικείως ἐχόντων πρὸς ἄλληλα τῶν ζώων, ἐν ∆ευτερονομίῳ μὴ ἀροτριᾷν ἐν μόσχῳ καὶ ἀνθρώπῳ παρακελεύεται· τουτέστι, τὸ ἐνεργὸν τῆς ψυχῆς καὶ φιλόπονον, τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς. Οὐ γὰρ περὶ τῶν βοῶν μέλει τῷ Θεῷ. Ἀλλαχοῦ δὲ πάλιν συνέζευκται. Μακάριος γὰρ ὃς πειρῶν ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Τουτέστιν, ὁ τῷ διδακτικῷ λόγῳ τό τε φιλόπονον τῆς ψυχῆς ἐπεγείρων, καὶ τὸ φιλήδονον αὐτῆς θεραπεύων· τὸ γὰρ ἐπιθυμητικὸν τῷ βάρει τῆς ἁμαρτίας πεφορτισμένον ἀχθοφοροῦντι ὄνῳ προσέοικεν. Ἐμὲ οὖν, φησὶν, οὐκ ἔγνω τὸν εὐεργέτην, τὸν πάντων ∆ημιουργόν. Ὅση δὲ βοῒ πρὸς ὄνον διαφορὰ, τοσαύτην Ἰσραὴλ, ὁ Θεὸν ὁρῶν, ἔχει πρὸς τὸν ἁπλῶς λαὸν χρηματίζοντα. δʹ. 9Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι9, κ.τ.ἑ. Ἔθνος καὶ λαὸς πολλαχοῦ συνεζευγμένως λέγεται ὡς τὸ," Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκθλίψει λαοῦ συντριβὴ δυνατοῦ." Καὶ τὸ, "Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοί;" Νυνὶ δὲ ἀπὸ τοῦ ἔθνος εἶναι ἁμαρτωλὸν ἀρξάμενοι, ἐπιδιδόντες πρὸς κακίαν, γίνονται λαὸς πλήρης ἀνομιῶν· καὶ ἀπὸ τοῦ σπέρμα πονηρὸν εἶναι, καὶ τὸ γενέσθαι υἱοὶ ἄνομοι· ἡ γὰρ αὔξησις ἀπ' ἐλαττόνων ἐν ἀρετῇ καὶ κακίᾳ. Ἀκολούθως δὲ μετὰ τὸ σπέρμα, υἱὸς, καὶ ἀναλόγως ἐπὶ ψυχῆς. Σπέρμα γὰρ διδασκαλίας, ἡ τῶν μαθημάτων καταβολή. Υἱὸς δὲ πᾶς ὁ τῷ διδαξαμένῳ γεγονὼς παραπλήσιος, εἴτε κατ' ἀρετὴν, εἴτε κατὰ κακίαν. Ἀλλ' ὁ μὲν βασιλείας χρηματίζει, ὁ δὲ γεέννης υἱός. Ὀνειδίζει δὲ τοῖς Ἰουδαίοις, ὡς χείροσι τῶν ἄλλων ἐθνῶν. Οὐχ υἱοθεσία γὰρ τούτους, οὐχ ὕψος δόξης, κρείττους ἐποίησεν. Οὐ διάφοροι μάστιγες τοῦ μαστιγοῦντος πάντα υἱὸν, ὃν παραδέχεται. Καὶ ἐπείπερ εὐγένειαν ηὔχουν σωματικὴν, ὡς ὄντες ἐξ Ἀβραὰμ, σπέρμα πονηρὸν, καὶ υἱοὺς ἀνόμους καλεῖ, ὡς καὶ ἐξάρχοντας Σοδόμων καὶ λαὸν Γομόῤῥας, δεικνὺς ὡς προαίρεσις καὶ βίος εὐγένειάν τε καὶ τοὐναντίον ποιεῖ. Οὗτοι δὲ προγόνους μὲν ἔσχον λαμπροὺς τοὺς πατριάρχας· ἐκ πονηρῶν δὲ τῶν μετὰ ταῦτα πατέρων γεγόνασι πονηροὶ, ἀλλ' οὐ φύσει, μιμησάμενοι δὲ τὴν ἐκείνων προαίρεσιν. Μεγάλη δὲ κατηγορία, χρηματίζειν ὅλον ἔθνος ἁμαρτωλὸν, ὡς μηδένα σχεδὸν ἐν αὐτῷ κατορθοῦν. Τὸ δὲ, πλῆρες ἁμαρτιῶν, πᾶν εἶδος κακίας ὑπέδειξεν. Τοιοῦτον τὸ, "Πεπληρωμένους πάσης ἀδικίας." Καὶ τὸ, "Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων." Καὶ ὁ Σωτὴρ δέ φησιν· "Πληρώσατε καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν." Σπέρμα δὲ πονηρὸν, 1833 ὅπερ ἐχθρὸς ἄνθρωπος ἐπέσπειρε τῷ σίτῳ ζιζάνιον, ὃ τελειωθὲν υἱὸς γέγονεν ἄνομος, ἀντὶ Υἱοῦ τοῦ Ὑψίστου. ∆ιὸ θρηνεῖ τοῦτον σχεδόν που λέγων·