ἀνατολάς, κατέκαυσαν τὰ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥιγίου. καὶ ἐλθόντες εἰς τὸν Ἀθύρα κατέστρεψαν τὸ ἐκεῖσε κάστρον καὶ τὴν γέφυραν παράξενον. οὖσαν καὶ πάνυ ὀχυρωτάτην. καὶ ἐλθόντες εἰς Σηλυβρίαν κατέστρεψαν τὸ αὐτόθι κάστρον ἕως τοῦ ἐδάφους, καὶ τὰς ἐκκλησίας καὶ τοὺς οἴκους ἐνεπύρισαν. καὶ μετὰ τοῦτο τὸ ∆αώνην κάστρον ὑπάρχον κατέστρεψαν. καὶ ἐλθόντες εἰς τὴν πόλιν Ἡρακλείας, μὴ δυνάμενοι εἰς αὐτὴν ἐλθεῖν, ἐνεπύρισαν πάντα τὰ οἰκήματα τὰ ὄντα εἰς τὸν λιμένα καὶ τὰ πέριξ τῆς αὐτῆς πόλεως. καὶ μετὰ τοῦτο ἐλθόντες εἰς Ῥαιδεστὸν κατέστρεψαν καὶ τοῦτο τὸ κάστρον, ἐμπυρίσαντες 615 πάντα τὰ ἐν αὐτῷ οἰκήματα καὶ τὰς ἐκκλησίας καὶ κατασφάξαντες αὐτόθι λαὸν πολύν. καὶ ἐλθόντες εἰς τὸ Πάνιον κάστρον εὗρον αὐτὸ ἠσφαλισμένον, ἔχοντα λαὸν πολύν· καὶ μηδὲν ἰσχύσαντες εἰς αὐτό, τὰ ἔξω πάντα ἐμπυρίσαντες καὶ καταστρέψαντες ἀνῆλθον εἰς τὸν Ἄσπρον, κάστρον ὂν καὶ αὐτό, καὶ καταστρέψαντες καὶ τοῦτο καὶ ἐμπυρίσαντες, καὶ ἕτερα πλεῖστα κάστρα, κατῆλθον ἐκεῖθεν δι' ἡμερῶν δέκα, καὶ εἰσῆλθον εἰς τὰ ὄρη τοῦ Γάνου· καὶ εὑρόντες ἐκεῖσε λαὸν πολὺν κρυπτόμενον καὶ σχεδὸν πάντα τὰ κτήνη τῆς Θρᾴκης, κατέσφαξαν τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη ὄντα εἰς πλῆθος αἰχμαλωτεύσαντες ἀπέστειλαν εἰς Βουλγαρίαν, καὶ γυναικόπαιδα πολλά. καὶ λοιπὸν ἀπῆλθον καὶ εἰς τὸ Ἑξαμίλην, καὶ κατῆλθον ἕως Ἄβυδον, καὶ ἀνέκαμψαν ἐπὶ τὸν Ἕβρον καὶ τὴν ἄνω, καὶ πάντα τὰ κάστρα κατέστρεψαν ἀπὸ μικροῦ ἕως μεγάλου ἕως τῆς Ἀδριανουπόλεως. καὶ εὑρόντες τὴν Ἀδριανούπολιν κραταιουμένην παρεκάθισαν. καὶ ποιήσαντες ἡμέρας πολλὰς καὶ μηδὲν ἰσχύσαντες ἀπὸ τοῦ περικαθισμοῦ, στήσαντες μαγγανικὰ ἐπολέμουν τὸ κάστρον. καὶ δὴ στενωθέντες, μὴ ἔχοντες βοήθειάν ποθεν καὶ ἀποθνήσκοντες τοῦ λιμοῦ, παρέδωκαν ἑαυτούς. καὶ λαβόντες οἱ Βούλγαροι τὴν αἰχμαλωσίαν πᾶσαν εἰς πλῆθος οὖσαν ἀναρίθμητον καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν, μετῴκισαν αὐτοὺς εἰς Βουλγαρίαν ἐκεῖθεν τοῦ Ἴστρου ποταμοῦ. καὶ τούτων γινομένων ὁ Λέων τῆς πόλεως οὐκ ἐξῆλθεν, ἀλλ' 616 ἐκράτει τῆς βασιλείας τυραννικῶς. καὶ λοιπὸν φθασάντων τῶν ἑορτῶν ἔστεψεν τὸν υἱὸν αὐτοῦ μικρὸν ὄντα καὶ ἐπονομαζόμενον Σαμβάτην, ἐψεύσατο λέγων ὅτι Κωνσταντῖνος καλεῖται· καὶ σωρεύσαντες τὸν περισωθέντα λαὸν ἐκ τῶν διαφόρων πόλεων, ἐρόγευσεν αὐτούς, ποιήσας αὐτοὺς εὐφημῆσαι Λέοντα καὶ Κωνσταντῖνον, μιμούμενος τοὺς πρῴην βασιλεύσαντας Λέοντα καὶ Κωνσταντῖνον τοὺς Ἰσαύρους, ὧν καὶ τὴν αἵρεσιν ἀνενεώσατο, βουλόμενος ζῆσαι ἔτη πολλὰ ὡς καὶ αὐτοὶ καὶ γενέσθαι περίφημος· οὗ τινὸς τὴν βουλὴν ὁ θεὸς κατῄσχυνεν, κόψας τοὺς χρόνους αὐτοῦ. 10. Καὶ δὴ λοιπὸν γεγονότος εὐδίου τοῦ ἀέρος τῷ χειμῶνι, καὶ τῶν ποταμῶν μὴ ἐχόντων ὕδωρ πολύ, ἐξῆλθον οἱ Βούλγαροι χιλιάδες λʹ ὁλοσίδηροι· καὶ ἐλθόντες ἕως Ἀρκαδιούπολιν καὶ περάσαντες τὸν Ῥιγίαν (ποταμὸς δὲ οὕτως ἐστὶν λεγόμενος) ηὗρον λαὸν πολὺν καὶ ᾐχμαλώτευσαν αὐτόν. καὶ πρὸ τοῦ περᾶσαι αὐτοὺς τὴν αἰχμαλωσίαν ἐγένετο ὑετὸς πολὺς ἡμέρας ὀκτώ, καὶ ὀγκωθεὶς ὁ ποταμὸς ἐγένετο ὡς θάλασσα. καὶ μὴ δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλγαροι ἔμειναν ἡμέρας ιεʹ, κατέχοντες τὴν αἰχμαλωσίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆσαι, οὐ προσέσχεν, οὐδὲ τῆς πόλεως ἐξῆλθεν, οὐδὲ ἄλλους τινὰς ἀπέστειλεν πρὸς βοήθειαν. καὶ λοιπὸν γενομένης εὐδίας καὶ τοῦ ποταμοῦ ἐλαττωθέντος, αὐτοὺς τοὺς αἰχμαλώτους παρεσκεύασαν 617 κόψαι ξυλὴν καὶ ποιῆσαι γέφυραν, καὶ οὕτως ἐπέρασαν μετὰ τῆς αἰχμαλωσίας ὄντων ὁμοῦ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων χιλιάδες νʹ. λαβόντες καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, Ἀρμενιατικὰ στραγλομαλωτάρια καὶ νακοτάπητα ἀνώτερα καὶ ἱματισμὸν πολὺν καὶ χαλκώματα, ἐφόρτωσαν πάντα εἰς τὰς ἁμάξας, καὶ λαβόντες κάσας τὰς ἀγέλας αὐτῶν βόας καὶ πρόβατα εἰσῆλθον εἰς Βουλγαρίαν. καὶ ὁ ἀδίκως βασιλεύσας κατὰ παραχώρησιν θεοῦ οὔτε αὐτὸς ἐξῆλθεν τῆς πόλεως πρὸς βοήθειαν τῆς αἰχμαλωσίας οὔτε ἄλλους ἀπέστειλεν. 11. Λοιπὸν οὖν μετὰ ταῦτα ἀνηγγέλη αὐτῶν λεγόντων ὅτι ὁ Κροῦμος