1

 2

 3

 4

 5

 6

 7

5

Hebr 7,3 ∆ιηγεῖτο ὕστερον ὅπως ὁ ναὸς κατεσκεύαστο, καὶ λέγει δύο εἶναι τὰς σκηνάς, ἀλλ' εἰς μὲν τὴν πρώτην διὰ παντὸς τοὺς ἱερεῖς εἰσιόντας τὰ νενομισμένα ἐπιτελεῖν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ τὸν ἀρχιερέα μόνον. καὶ δὴ τὸ ἀπὸ τούτων σημαινόμενον διδάσκειν βουλόμενος ἐπάγει· τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. ὥσπερ τοίνυν οὐχ ἡ τοῦ τόπου φύσις ἦν ἄβατος, ἐφ' οὗ δὴ τὸν ἐνδότερον οἶκον κατεσκευάσθαι συνέβαινεν, ἀλλ' ἡ κατασκευὴ καὶ τὸ νόμιμον καὶ ἡ τοῦ τόπου ἀφιέρωσις ἄβατον ἐποίει τὸν τόπον, ὅμως σύμβολον ἔφη εἶναι τοῦτο τῶν οὐρανῶν, οὕτω κἀνταῦθα βουλόμενος τὸν Χριστὸν ἀρχιερέα δεῖξαι κατὰ τὴν τάξιν Μελχισεδέκ, λέγει τὰ κατ' ἐκεῖνον οὐ τὴν φύσιν ἐξηγούμενος, ἀλλὰ τὴν κατ' αὐτὸν διήγησιν ἀπὸ τῆς θείας τιθεὶς γραφῆς καὶ ἀπ' ἐκείνης ἐμφαίνων τὸ ὅμοιον. Ἀπάτορα τοίνυν καὶ ἀμήτορα καλεῖ, ὡς τῆς θείας γραφῆς γονέας αὐτοῦ μὴ διηγουμένης· ὅθεν ἐπήγαγε τὸ ἀγενεαλόγητος, δεικνὺς ὅτι οὐ φύσιν λέγει τοῦ ἀνδρὸς ἀλλὰ τῆς θείας γραφῆς διήγησιν. εἶτα ἐπισυνάπτει· μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, οὐκ ἐν τῇ φύσει, ἀλλ' ἐν τῇ θείᾳ γραφῇ. καὶ ἐπειδὴ ταῦτα δυνατὸν ἦν καὶ ἐπ' ἄλλου λέγεσθαι ἐμνημόνευσε γὰρ ἡ θεία γραφὴ πολλῶν οὔτε τοὺς γονέας εἰποῦσα οὔτε τὴν γενεαλογίαν ἐκθεμένη, καὶ μάλιστα ὅσους ἔξω τοῦ Ἰσραηλιτικοῦ γένους γεγονότας μεμαθήκαμεν καλῶς ἐπήγαγε τὸ ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές· οὐκέτι γὰρ καὶ τοῦτο μετὰ τῶν λοιπῶν ἦν ἐπ' ἄλλου. ἐμφαίνει δὲ ἀπὸ τῆς κατὰ τὴν γραφὴν διηγήσεως, ὅπως αὐτῷ καὶ τὰ λοιπὰ προσῆν ἃν δὴ καὶ τοῦτο. καὶ γὰρ ὁ Χριστὸς ἦν μὲν ἀπάτωρ γεννήσει τῆς ἀνθρωπείας φύσεως, ἀμήτωρ δὲ τῇ γεννήσει τῆς θείας ὑπάρξεως, ἀλλὰ μὴν καὶ ἀγενεαλόγητος· τίς γὰρ ἂν γενεαλογία τοῦ ἐκ πατρὸς ὄντος μόνον; ὅτι δὲ οὔτε ἀρχὴν 208 ἡμερῶν ἔχει οὔτε ζωῆς τέλος, καὶ τοῦτο δῆλον, ἀλλ' ἐνταῦθα μὲν ἐπὶ τῶν πραγμάτων, ἐκεῖ δὲ ἐπὶ τῆς διηγήσεως. τὸ μὲν ἱερέα μένειν εἰς τὸ διηνεκὲς ἀπὸ τῆς θείας ἔλαβε γραφῆς τῷ εἰπεῖν· σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, ὡς ἂν κἀκείνου διηνεκῶς ἱερατεύοντος. διηνεκῆ δὲ αὐτὸν ἱερέα ἐκάλεσεν ὡς ἂν οὐ παραπέμψαντα τὴν ἱερατείαν εἰς διαδόχους, ὅπερ ἐν νόμῳ συνέβαινε γίνεσθαι. ὅθεν καὶ εἶπεν· ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, καίτοι γε τὸ ἀκόλουθον ἦν τοῦτον ἀφωμοιῶσθαι λέγειν ἐκείνῳοὐ γὰρ ὁ πρῶτος ἀφομοιοῦται τῷ δευτέρῳἀλλ' ἐπειδὴ παρὰ τούτῳ μέν ἐστιν ἡ ἀλήθεια τῶν πραγμάτων, ἐκείνῳ δὲ πρόσεστιν οὐδὲν τοιοῦτον, τῷ δὲ εἴδει τῆς διηγήσεως καλῶς ἀφωμοιῶσθαι ἐκεῖνον ἔφη, ὡς ἂν τῆς θείας γραφῆς ἐπὶ τῆς διηγήσεως ὁμοίωμα τοῦ ἐσομένου δεῖξαι βουληθείσης ἡμῖν. Hebr 7,20-22 ∆είκνυται, φησί, τούτου πρὸς ἐκεῖνον τὸ διάφορον ἀπὸ τοῦ μεθ' ὅρκου λαβεῖν τὴν ἱερατείαν· οἱ μὲν γὰρ ἄνευ ὅρκων ἐγίνοντο διὰ τὸ δεῖν αὐτοὺς καὶ παύεσθαί ποτε τῆς ἱερατείας, οὑτοσὶ δὲ μεθ' ὅρκων, ἐπειδὴ μένειν ἔμελλεν ἐπὶ τῆς ἀξίας. οὕτω μείζονα πολλῷ τῶν ἐν νόμῳ τὴν ἀξίαν ἐδέξατο, ἐπειδὴ μείζονα καὶ παρέχειν τοῖς προσιοῦσιν ἔμελλεν. τὸ γὰρ ἔγγυος οὕτως λέγει ὡς ἂν τῷ καταστῆναι ἐγγυωμένου ἡμῖν τὸ κέρδος, ἐπεὶ καὶ οὕτως ἔχει· τὸ γὰρ ἀναστῆναι πρῶτος, καθὰ καὶ ἀρχιερέα αὐτὸν καλεῖ, ἐγγυᾶται ἡμῖν τὴν τῆς ἀναστάσεως ὁμοιότητα.

Hebr 9,1-2 Ἄρχεται ἐντεῦθεν λέγειν, ὅπως τὰ ἐν νόμῳ σύμβολα καὶ τύποι

τῶν ἐν τῇ χάριτι, καὶ ὅπως ἐν ἐκείνοις ταῦτα προθεωρούμενα διϊδεῖν δυνατόν, ὁμοῦ τῇ παραθέσει καὶ τὴν ὑπεροχὴν τούτων δεικνύς, ὅση τίς ἐστιν. ἐν ἀφηγήσει δὲ τῆς διδασκαλίας ποιεῖται τὴν καταρχήν. λέγει οὖν ὅτι καὶ ἡ πρώτη διαθήκη εἶχεν ὅρους καὶ προστάγματα λειτουργίας τῆς θεῷ ἀποδίδοσθαι ὀφειλούσης· δικαιώματα γὰρ λατρείας τὰ περὶ τούτων λέγει προστάγματα. 209 Τό τε ἅγιον κοσμικόν. ἅγιον ἐνταῦθα καλεῖ τὸν ναὸν εἰκότως ἐν ᾧ τὴν λειτουργίαν ἀποδίδοσθαι τῷ θεῷ