1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

μηδένα ἀδι κήσας, ἀλλ' ὡς πρόβατον οὕτως ἔκειτο εἰς τὸ πρόθυρον τοῦ δικαίου, καὶ πάντες ἐσῄεσαν καὶ ἐξῄεσαν μηδὲν ἀδικούμενοι παρ' αὐτοῦ.

20 Ἄλλο παράδοξον θαῦμα ἀκούσατε. Ἀρχιλῃστὴς γέ-γονεν ἐν τῇ Συρίᾳ, τοὔνομα Ἀντίοχος, τὸ δὲ παρώνυμον αὐ τοῦ Γονατᾶς ἐλέγετο, ὃς ἐλαλήθη ἐν ὅλῳ τῷ κόσμῳ τὰ περὶ αὐτοῦ. ἔνθεν δὲ κἀκεῖθεν ἐπέμφθησαν στρατιῶται τοῦ θηρεῦσαι αὐτὸν καὶ ἀγαγεῖν ἐν Ἀντιοχείᾳ, καὶ οὐδεὶς ἐδυνήθη θηρεῦσαι αὐτὸν διὰ τὴν πολλὴν δύναμιν τῆς ἰσχύος αὐτοῦ. ἡτοιμάσθησαν οὖν ἐν Ἀντιοχείᾳ ἄρκοι καὶ λοιπὰ θηρία, ὡς ὀφείλοντος αὐτοῦ θηριομαχῆσαι, καὶ ἐκινήθη πᾶσα ἡ πόλις Ἀντιόχεια δι' αὐτόν. καὶ ἐξέρχονται τοῦ θηρεῦσαι αὐτὸν καὶ εὑρίσκουσιν αὐτὸν πίνοντα, ἐν κώμῃ τινὶ ἐν πανδοχείῳ, καὶ ἐκύκλωσαν τὸ πανδοχεῖον οἱ στρατιῶται. κἀκεῖνος μαθὼν ἤρξατο τραγῳδεῖν, ποταμὸς δὲ παρέκειτο τῇ κώμῃ, καὶ εἶχεν φοράδαν ὁ ἀρχιληστὴς ἐκεῖνος καὶ ὡς ἀνθρώπῳ αὐτὴν ἐκέ λευεν καὶ ἀναστὰς ῥίπτει τὰ ἱμάτια αὐτοῦ ἐπὶ τὴν φοράδαν καὶ λέγει αὐτῇ· Ἄπελθε εἰς τὸν ποταμὸν κἀκεῖ με ἔκδεξαι, καὶ ἐξέρχεται ἡ φορὰς ἐκ τοῦ πανδοχείου δάκνουσα καὶ κολαφί ζουσα, καὶ ἀπελθοῦσα ἐν τῷ ποταμῷ ἐξεδέχετο αὐτόν. ἐξέρ χεται δὲ καὶ ὁ ἀρχιλῃστὴς ἐκ τοῦ πανδοχείου τὴν σπάθην αὐτοῦ γυμνώσας, κράζων καὶ λέγων πρὸς τὸ πλῆθος τῶν στρατιω τῶν· Φεύγετε μή τις ἀποθάνῃ, καὶ οὐδεὶς τῶν στρατιωτῶν κατεκυρίευσεν αὐτοῦ. καὶ λαθὼν πάντας τοὺς φρουροῦντας αὐτὸν καὶ περάσας τὸν ποταμὸν ἅμα τῇ φοράδι, ἐπικαθίσας τε αὐτῇ, κατέλαβεν τὴν μάνδραν τοῦ ἁγίου Συμεών. καὶ εἰσελθὼν ἔρριψεν ἑαυτὸν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, καὶ δὴ συναχθέντες οἱ στρατιῶται ἐν τῇ μάνδρᾳ τοῦ ἁγίου λέγει αὐτοῖς ὁ ἅγιος· Μετὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεσταυρώθησαν δύο λῃσταί, ὁ εἷς μὲν κατὰ τὰ ἔργα αὐτοῦ ἀπέλαβεν, ὁ δὲ ἕτερος βασιλείαν οὐρανῶν ἐκληρονόμησεν. εἰ δέ τις δύναται ἀντιστῆναι τῷ πέμψαντι αὐτόν, ἔλθῃ καὶ αὐ τὸς ἀποσπάσῃ αὐτόν, ἐγὼ γὰρ οὔτε ἤγαγον αὐτὸν οὔτε ἀπο λῦσαι αὐτὸν δύναμαι. ὁ γὰρ πέμψας αὐτὸν ἐνταῦθα αὐτὸς αὐτοῦ καὶ ἀντιποιεῖται, μηδεὶς οὖν λοιδωρείτω ἐμὲ τὸν τα πεινόν, τὸν πολλὰ καμόντα διὰ τὰς πολλάς μου ἁμαρτίας. καὶ ταῦτα εἰπὼν αὐτοῖς ἀπέλυσεν αὐτούς. τούτων δὲ ἀπερ χομένων ὁ ἀρχιλῃστὴς λέγει· Κύριέ μου, ἐγὼ ἀπέρχομαι. ὁ δὲ ἅγιος λέγει αὐτῷ· Πάλιν ἐν τοῖς αὐτοῖς κακοῖς ἀπέρχῃ; ὁ δὲ ἀρχιλῃστὴς λέγει· Οὐχὶ δέσποτα, ὁ κύριός με καλεῖ. καὶ ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, οὐδὲν πλέον εἶπεν, εἰ μὴ μόνον· Υἱὲ τοῦ θεοῦ δέξαι τὸ πνεῦμά μου ἐν εἰρήνῃ. καὶ ἔκλαυσεν ἐπὶ ὥρας δύο, ὥστε ποιῆσαι αὐτὸν καὶ τὸν δί καιον δακρῦσαι σὺν τοῖς παρεστῶσιν. τιθεὶς οὖν ἑαυτὸν ἔμ προσθεν τοῦ στύλου τοῦ δικαίου, εὐθέως παρέδωκεν τὸ πνεῦμα, καὶ συνέστειλαν αὐτὸν οἱ ὄχλοι καὶ ἔθαψαν αὐτὸν πλησίον τῆς μάνδρας τοῦ δικαίου. τῇ οὖν ἑξῆς ἡμέρᾳ ἔρχον ται ἀπὸ Ἀντιοχείας πλεῖον ἑκατὸν ἄνδρες μετὰ ξιφῶν ἁρπάσαι αὐτὸν καὶ ἤρξαντο κατακράζειν τοῦ δικαίου· Ἀπόλυσον ἡμῖν ὃν ἔχεις. ὁ δὲ ὅσιος εἶπεν αὐτοῖς· Ἀδελφοί, ὁ ὧδε αὐτὸν ἀποστείλας ἰσχυρότερος ὑμῶν ἐστιν, καὶ χρείαν αὐτοῦ ἐσχηκὼς ὡς χρησίμου αὐτοῦ ὄντος, ἀποστείλας πρὸς αὐτὸν δύο στρα τιώτας φοβεροὺς ἐν ὅπλοις, οἳ ἠδύναντο τὴν πόλιν ὑμῶν κε ραυνῶσαι μετὰ τῶν κατοικούντων ἐν αὐτῇ, ἔλαβεν αὐτόν, κἀγὼ ἰδὼν ὁ ἁμαρτωλὸς τὸ φοβερὸν αὐτῶν σχῆμα, φοβηθεὶς οὐκ ἐτόλμησα ἀντειπεῖν αὐτοῖς, ἵνα μὴ κἀμὲ τὸν ταπεινὸν ἀποκτείνωσιν ὡς ἀντιβαίνοντα θεῷ. οἱ δὲ ἄνδρες ἐκεῖνοι ἀκούσαντες ταῦτα παρὰ τοῦ ἁγίου καὶ μαθόντες μετὰ ποίας δόξης ἀπέδωκεν ὁ ἀρχιλῃστὴς τὸ πνεῦμα, δοξάζοντες τὸν θεὸν καὶ τρέμοντες πάλιν ἐπὶ τὴν Ἀντιόχειαν ἀπῆλθον.

21 Ἄλλο θαῦμα φοβερὸν καὶ ἔνδοξον ἀκούσατε. Ἐν τῷ τόπῳ, ἐν ᾧ ἦν ὁ ἅγιος, ὕδωρ οὐκ ἐφαίνετο. καὶ τὸ πλῆθος τῶν ζῴων καὶ τῶν ἀνθρώπων ἠπώλετο τῶν ἐρχομένων ἐν τῷ τόπῳ τοῦ ἁγίου Συμεών. καὶ ποιήσας εὐχὴν ὁ ἅγιος ἐπὶ ἡμέρας ἑπτὰ οὐκ ἐλάλησέν τινι, ἀλλ' ἦν κεκλικὼς τὰ γόνατα καὶ εὐχόμενος, ὡς νομίζειν