Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ θνητοὶ ὄντες ἀπελθεῖν πρὸς αὐτόν· μία γὰρ πάντων ἔξοδος, κἂν ὁ τρόπος διάφορος εἶναι δοκῇ καὶ ἓν τὸ ὑποδεχόμενον πάντας χωρίον πρὸ τῆς ἀναστάσεως τοῦ κυρίου, κἂν μετὰ ταῦτα τὸ τάγμα τῶν ἁγίων εἰς παράδεισον μετατεθῇ. τί οὖν ὁ κύριος; παρὰ πόδας δείκνυσι καὶ τὴν αἰτίαν φήσας ἀναιρῶν αὐτῶν τὴν ὑποψίαν· ὑμεῖς ἐκ τοῦ

κόσμου ἐστέ.43 Jο 8,22-23 Τοιαύτην πως ἔχει δύναμιν ὁ λόγος, ὅτι πρὸς τὰ ἑαυτοῦ καὶ τὰ οὐράνια μεταστήσεται· διόπερ τοῦτο οὐδὲ θάνατός ἐστιν ὡς πρὸς ἀλήθειαν καθάπερ ἂν ἐπ' ἀνθρώπου τοῦ ἐκ γῆς ὄντος καὶ κατὰ τὴν ἐκ τοῦ σώματος μετάστασιν ὑπὸ γῆν ἑλκομένου. 44 Jο 8,26 Ἱκανά, φησίν, ἔστιν, ἃ καὶ ὁ θεὸς διὰ προφητῶν εἴρηκεν ἐλέγχων τὸ σκληροκάρδιον ὑμῶν καὶ δυσπειθές. κἀγὼ δὲ ὅσα λέγω περὶ ὑμῶν, οὐχ ἑτέ ρωθεν, ἀλλ' ἢ παρὰ πατρὸς λέγω. ἀκούειν δὲ εἶπεν ἀνθρωπινώτερον, σαφέστερον τοῖς ἀκούουσι διαλεγόμενος. 45 Jο 8,27 Εἰ γὰρ συνίεσαν, ὅτι περὶ θεοῦ ἔλεγεν ὁ κύριος, οὐκ ἂν ἠρώτων " ποῦ ἐστιν ὁ πατήρ σου" διόπερ καὶ δεόντως εἴρηκε πρὸς αὐτοὺς τὸ οὐκ "οἴδατε τὸν πατέρα μου" . 46 Jο 8,38 Ἑωρακέναι καὶ παρὰ τῷ πατρὶ λέγων οὐκ ὀφθαλμῶν τινα ὅρασιν ἐδή λωσεν, ἀλλὰ γνῶσιν φυσικήν, ἐπεὶ καὶ ἐκείνους φάσκων ἑωρακέναι παρὰ τῷ πατρὶ αὐτῶν οὐκ ὄψει δήπουθεν ἑωρακέναι λέγει, ἀλλὰ τῇ ἐνοικούσῃ πονηρίᾳ ταῖς τοῦ πονηροῦ βουλαῖς οἰκείους

καθίστασθαι. 47 Jο 8,51-53 Προειρηκώς, ὅτι « ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει « νῦν φησι δεικνὺς ἑαυτὸν κατὰ φύσιν ὄντα θεόν· οὗτος δὲ τηρεῖ τὴν θείαν ἐντολήν, ὁ κατὰ μηδένα τρόπον ἁμαρτάνων καὶ παραβαίνων τὰς θείας πράξεις· οὗτος καὶ ἀκούει τῶν θείων λόγων. θάνατον δέ φησιν ἐνταῦθα οὐ τὸν σαρκικόν, ὃν ὑπομένουσι πάντες, ἀλλὰ θάνατον ὀνομάζει τὸν μέλλοντα, τὸ δι' αἰῶνος κο λάζεσθαι, ὅστις ἐστὶν ἡ γέεννα καὶ "ὁ σκώληξ" · καὶ γὰρ καὶ ζωή ἐστιν ἀκατά παυστος ἀπόλαυσις εἰς τὸν αἰῶνα· αἰῶνα γάρ φησι τὸν μέλλοντα. εἶτα εἰπὲ οὖν ἡμῖν, φασίν, μείζων εἶ αὐτὸς Ἀβραὰμ καὶ τῶν προφητῶν ὁ μείζους ἐκείνων ἑτέρους ποιεῖν ὑπισχνούμενος; τίνα σεαυτὸν ποιεῖς ὁ καὶ τῆς παρὰ τοῦ θεοῦ φιλοτιμίας τὰ ἀμείνω δώσειν ἐπαγγελλόμενος; 48 Jο 8,56 Ζητητέον τίνα λέγει ἡμέραν· ἐπεὶ φῶς ἀληθινὸν καὶ "δικαιοσύνης ἥλιός" ἐστιν ὁ σωτήρ, ἡμέραν κατασκευάζει, ἐὰν ἀνατείλῃ δι' ἀρετῆς καὶ θείας γνώσεως. ἐπεὶ τοίνυν καὶ τῷ Ἀβραὰμ ὤφθη καταυγάσας αὐτὸν πίστει εἰς δικαιοσύνην λελογισμένῃ, μετὰ χαρᾶς ἠγαλλιάσατο ἰδὼν τὴν νοητὴν τοῦ κυρίου ἡμέραν. ἐντεῦθεν οἱ δύο θεοὺς λέγοντες τὸν κοσμοποιὸν καὶ τὸν πατέρα Χριστοῦ ἐλέγχονται ἀσεβῶς φρονοῦντες· εἰ γὰρ ὁ Ἀβραάμ, ὅν φασιν ἑτέρου θεοῦ εἶναι, τὸν σωτῆρα εἶδεν καὶ δι' αὐτοῦ τὸν πατέρα, ὁ ὀφθεὶς αὐτῷ θεὸς ὁ κοσμοποιός ἐστιν, ὁ αὐτὸς τῷ πατρὶ Χριστοῦ.

49 Jο 9,2-3 Ἦν τις ἐν τοῖς πάλαι λόγος ἐξ ἁμαρτίας εἶναι τὰ κακὰ διὰ τὸ πεπεῖσθαι περὶ θεοῦ ὡς οὐδενός ἐστιν αἴτιος κακοῦ, τὸ δὲ ἐπὶ γυμνασίᾳ πάσχειν καὶ πρὸς αἴσθησιν τῆς τοῦ θεοῦ δυνάμεως ἐνεργούσης ὕστερον τοῦτο οὐ πάνυ πως ἐγι νώσκετο διὰ τὸ μᾶλλον ἀνταποδόσεις εἶναι ἀγαθὰς τοῖς δικαίοις τότε παρὰ θεοῦ καὶ μὴ ὥσπερ νῦν παρατείνειν μακροτέρους τοὺς ἀγῶνας διὰ τὴν προκει μένην εἰς αἰῶνα ζωήν. ἐπεὶ δὲ ἐκ γενετῆς ὁ τυφλός, ζητεῖν παρίσταται τοῖς μαθηταῖς· καὶ ὡς ἀδύνατον ὂν τὸ αὐτὸν ἁμαρτεῖν πρὶν γεννηθῆναι πα ρατιθέασι τὸ τῶν γονέων. καὶ γὰρ ᾔδεισαν ἐπὶ λύπῃ γονέων παθήματα περὶ τοὺς παῖδας εἶναι. ὁ δὲ κύριος οὐχ

6