Fragmenta in epistulam ad Romanos
Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.
θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ' ὃ καὶ πρὸς ἀνθρώπους συνήφθη, τὰ διεστῶτα συνάπτων.
Rom 9,1-5 Ἐκ τῶν ἐλπιζομένων ἀγαθῶν εἰς ἀμφότερα προῆκται, εἴς τε τὸν περὶ τῆς ἀγάπης διϊσχυρισμὸν καὶ εἰς τὸν περὶ τῶν ἐκπεπτωκότων ὀδυρμόν· ἀγαπῶσι μὲν γὰρ οἱ εὐεργετούμενοι, πενθοῦνται δὲ εἰκότως οἱ τῶν εὐεργεσιῶν ἀποτυγχάνοντες. λέγει δὲ διατεινόμενος μετὰ θείας ἐπιμαρτυρήσεως, ὡς οὐ ῥήματι λέγοι μόνον ἀλλὰ καὶ διαθέσει καὶ ἀληθείᾳ, ὅτι μεγίστην ὑπὲρ τῶν συγγενῶν ἔχοι τὴν λύπην ἀεὶ παροῦσαν αὐτῷ. μὴ γάρ τις ἀπιστείτω, φησίν, εἰ περὶ τῶν ἐναντίων καὶ διωκόν των ὀδύρομαι, μηδὲ παράδοξον εἶναι νομιζέτω, εἰ καὶ παθεῖν ὑπὲρ αὐτῶν τὰ μέγιστα ἐβουλόμην εἰς θάνατον παραδοθεὶς ὑπὸ Χριστοῦ. πῶς γὰρ οὐκ ἐλεεινὸν τὸ κατ' αὐτοὺς καὶ μάλιστα παρὰ τοῖς οἰκείοις καὶ προσ ήκουσιν ἀνθρώπους, υἱοὺς θεοῦ κεκλημένους ἀπ' ἀρχῆς, καὶ δόξῃ τῇ παρὰ θεοῦ δεδοξασμένους ἐν κόσμῳ, καὶ τήν τε ἐπὶ σωματικοῖς νομοθετήμασι διαθήκην εἰληφότας προτέραν, καὶ τὴν ἐπὶ πνευματικοῖς δευτέραν παραγενομένην ἔχοντας ἐν χερσίν, καὶ τοὺς ἐκλεχθέντας ἐπὶ λατρείᾳ θεοῦ καὶ ταῖς τῶν μελλόντων ἀγαθῶν ὑποσχέσεσιν, τοὺς τῶν ἁγίων καὶ θεοφιλῶν πατέρων, τοὺς ὁμογενεῖς τῇ τοῦ κυρίου σαρκώσει, τούτους ἐκβεβλῆσθαι καὶ παρῶφθαι καὶ τῇ μεγίστῃ περιπεπτωκέναι νῦν αἰσχύνῃ 67 καὶ ταπεινότητι. ἀλλ' οὖν εἰ καὶ λύπης ἄξια τὰ περὶ ἐκείνους συμβεβη κότα, τόν γε οὕτως δικάσαντα θεὸν εὐλογεῖν ἄξιον, τὸν ἐπὶ πάντων δεσπότην, ᾧ πᾶσα καὶ ἐπὶ πᾶσιν ἀναπέμπεται δικαίως εὐλογία. καὶ δὴ καὶ ἐπὶ τοῖς κρίμασιν ὁσιωτάτοις οὖσιν, καὶ μήτε διὰ τὸ τῶν κατα δικαζομένων περιφανὲς παρήσειν τι τῆς ὀφειλομένης δίκης, μήτε διὰ τὴν προϋπάρχουσαν αὐτοῖς πρὸς θεὸν οἰκειότητα τιμῶσιν ἀπηλλο τριωμένους αὐτοῦ τῇ
προαιρέσει. Rom 9,14-21 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. μηδεὶς νομιζέτω, φησί, τὰ μηδὲν προσήκοντα τῷ τῆς δικαιοσύ νης λόγῳ, ἀλλὰ κατὰ τὴν οἰκονομίαν τὴν τοῦ ἐλέου διαταττόμενα ταῦτα ἀδικίαν ἔχειν θεοῦ· θεὸς γὰρ πιστὸς καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, οὐδὲ ἄδικον ἐλεεῖν οὓς τῷ ἐλεοῦντι δοκοίη, ἑτέρους δὲ μή, οὓς οὐκ αὐτὸς ἐλεεῖν ἐθέλοι. εἴρηκε γάρ, φησί, διὰ τοῦ Μωϋσέως καὶ δεδήλωκεν τὸν τοῦ ἐλέου τρόπον, οὐ πρὸς τὴν τῶν μέτρων τῶν ἀνθρω πίνων ἀντιμέτρησιν, ἀλλὰ κατὰ τὴν τοῦ θεοῦ σοφίαν χωροῦντα, ὥστε οὐ τῶν ἔργων τῶν ἡμετέρων τὸ ἐλεεῖσθαι, ἀλλὰ τοῦ θεοῦ τοῦ κατ' ἐξουσίαν τὸ ἐλεεῖν ἔχοντος. διῄρηται γὰρ τοῦ κρίνειν τὸ ἐλεεῖν, καὶ τῶν μὲν ἀποκρίσεως ὀφειλομένων ἕκαστος αἴτιος ἑαυτῷ καθίσταται, τοῦτο θερίζων ὅπερ ἂν σπείρῃ, κατὰ τὸν ἀπόστολον. τῶν δὲ ἐξ ἐλέου διδομένων ὁ θεὸς αἴτιος, εἰδὼς τῇ σοφίᾳ καὶ διατάττων ὅτῳ δέον καὶ μή. τοῦτο δὲ οὐ μάτην· οὐδὲν γὰρ παρὰ θεῷ μάταιον οὐδὲ ἄλογον, ἀλλὰ θαυμασίοις ἕκαστα προδιατέτακται λόγοις, οἷον δὴ καὶ περὶ τοῦ Φαραὼ δεδήλωκεν· λέγει γὰρ ἡ γραφὴ τῷ Φαραώ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. ἰδοὺ τὸ μὴ ἐλεεῖσθαι τὸν Φαραώ. δέδεικται διότι γίνεται διὰ τὴν τοῦ σύμπαντος εὐεργεσίαν κόσμου, ἵνα τῆς κατὰ τοῦ δυσσεβοῦς κρίσεως αἰσθανόμενοι πάντες ὡς δυνατῆς, φόβῳ καὶ θαύματι κατέχωνται πρὸς τὸν ταῦτα δικάσαντα καὶ πεποιηκότα. ὥστε καὶ προεγνωκὼς ὁ θεὸς τὴν τοῦ Φαραὼ δυσσέβειαν, διὰ τοῦτο καὶ πεποίηκεν αὐτὸν καὶ τὴν βασιλείαν ἐνεχείρισεν, ἵνα ἡ κατ' αὐτοῦ δικαία καὶ δυνατὴ κρίσις εἰς κοινὴν ὠφέλειαν τῷ κόσμῳ συνδράμῃ, ἀνελεὴς μὲν οὖσα πρὸς τὸν κρινόμενον, ἐπεὶ καὶ ἀνέλεος, φησίν, ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος.
6