6
ὑπερηφα νίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρ εστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ, ὃς ἐὰν ᾖ ἐν ταῖς ἡμέ ραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖ νος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ. Καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται, καὶ οὐκ ἀσεβήσου 31.669 σιν ἔτι. Πρὸς ἃ πῶς ἄν τις ἀξιολόγως κινούμενος φρικωδέστερον καταπλαγείη, συνορᾷν ἀκόλουθον. Εἶτα φησι· Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· Πᾶν νόημα, οὐχὶ τοῦτο, ἢ ἐκεῖνο.
Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι· καὶ ἐνταῦθα πάλιν, οὐχὶ τήνδε, ἢ τινὰ, ἀλλὰ Πᾶσαν παρακοήν. Ἄρα γε ἠπάτησεν ἡμᾶς ἡ κακίστη συν ήθεια· ἄρα κακῶν αἰτία ἡμῖν μεγάλων γέγονεν ἡ διεστραμμένη τῶν ἀνθρώπων παράδοσις, τὰ μὲν παραιτουμένη δῆθεν τῶν ἁμαρτημάτων, τὰ δὲ ἀδια φόρως αἱρουμένη· καὶ κατὰ μέν τινων σφοδρῶς ἀγα νακτεῖν προσποιουμένη, οἷον φόνου, καὶ μοιχείας, καὶ τῶν τοιούτων· τὰ δὲ οὐδὲ ψιλῆς γοῦν ἐπιτιμήσεως ἄξια κρίνουσα, οἷον ὀργὴν, ἢ λοιδορίαν, ἢ μέθην, ἢ πλεονεξίαν, καὶ ὅσα τοιαῦτα, καθ' ὧν ἁπάντων καὶ ἀλλαχοῦ ἔδωκε τὴν αὐτὴν ἀπόφασιν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, εἰπὼν ὅτι· Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. Ὅπου δὲ πᾶν ὕψωμα ἐπαιρό μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖται, καὶ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ αἰχμαλωτί ζεται, καὶ πᾶσα παρακοὴ ἐπίσης ἐκδικεῖται, ἐκεῖ οὐδὲν ἀκαθαίρετον, οὐδὲν ἀνεκδίκητον ἀφίεται, οὐδὲν τῆς τοῦ Χριστοῦ ὑπακοῆς ἐκτὸς ἀπολείπεται. Κοινὸν γὰρ καὶ μέγιστον ἀσέβημα κατὰ πάσης παρ ακοῆς ἔδειξεν ὁ ἀπόστολος Παῦλος, ἐκεῖνο εἰπών· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νό μου τὸν Θεὸν ἀτιμάζεις. Ἀλλ' ἄρα μὴ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα; Ἰδοὺ τοίνυν· ἐν Κορίνθῳ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἔχων, οὐδὲν ἕτερον ἐγκλη θεὶς εἰ μὴ τοῦτο μόνον, οὐ μόνον αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις τῆς μετανοίας καρποῖς διορθώσηται τὸ πλημμέλημα, πᾶσαν δὲ ὁμοῦ τὴν Ἐκκλησίαν, ἐπεὶ μὴ ἐπεξ ῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περιβάλλει τοῖς ἐγκλή μασιν· Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ μετ' ὀλίγα· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας. Τί δὲ ἄρα Ἀνα νίας, ὁ ἐν ταῖς Πράξεσι;
Τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκεται ἢ ἐκεῖνο αὐτό; Ποῦ τοίνυν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρήματα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀπο στόλων· νοσφισάμενος ἀπὸ τῆς τιμῆς, ἐπὶ τούτῳ παρ' αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θάνατον κατα δικάζεται, οὐδὲ τοὺς περὶ τῆς μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυ γῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ με τανοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ τῆς τοσαύτης τοῦ 31.672 Θεοῦ ὀργῆς ἐπὶ τὸν ἡμαρτηκότα διάκονος, ὁ μακά ριος Πέτρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκρι θεὶς, μόνος δὲ πλεῖον τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρισθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον καὶ τρόμον τῶν τοῦ Θεοῦ κριμάτων; καὶ ταῦτα μὲν οὐδεμιᾶς ἁμαρτίας, οὐδεμιᾶς δὲ καταφρονήσεως ἔμφασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν ∆εσπότην ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Θεὸν καὶ Κύριον, καὶ βασιλέα, καὶ ∆εσπότην, καὶ διδάσκαλον, καὶ Σωτῆρα, καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπηρέτου σχήματι διαζωσά μενον λέντιον, καὶ νίπτειν τοὺς πόδας αὐτοῦ βουλό μενον, εὐθὺς, ὥσπερ εἰς συναίσθησιν ἐλθὼν τῆς ἰδίας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου κατα πλαγεὶς,