Κορίνθῳ, ἐξ οὗ Κόρινθος ἡ πόλις, ὑπὸ τῶν ἐγχωρίων ἐξ ἐπιβουλῆς σφαγέντι Σίσυφος ἀμύνων τούς τε αὐτόχειρας ἐτιμωρήσατο καὶ ἀντὶ τούτου βασιλεὺς γίνεται. 14. Ὅτι Ἀδυάττεω τοῦ Λυδῶν βασιλέως παῖδες δίδυμοι, Καδὺς καὶ Ἄρδυς· τούτοις κατέλιπε τὴν ἀρχήν, καὶ ὁμοῦ ἐβασί 11 λευον ἀμφότεροι στέργοντες ἀλλήλους καὶ αὐτοὶ ὑπὸ τοῦ πλήθους στεργόμενοι. καί πως ἡ τοῦ Καδύος γυνή, ∆αμοννὼ λεγομένη, ὑπό τινος ἀνεψιοῦ τοῦ ἀνδρός, Σπέρμου ὄνομα, μοιχευθεῖσα, σὺν ἐκείνῳ θάνατον ἐβουλεύετο τῷ ἀνδρί· δοῦσα δὲ αὐτῷ φάρμαχον ἔκτεινε μὲν οὔ, εἰς νόσον δ' ἐνέβαλεν. θεραπευθεὶς δ' ὑπὸ ἰατροῦ ὁ Καδὺς ῥᾷον ἔσχεν. ἐκ τούτου τὸν ἰατρὸν ἀνελεῖν βουλομένη ἡ γυνὴ φάρμακα μὲν αὐτῷ οὐκ ἔκρινε διδόναι διὰ τὴν τέχνην, βόθρον δ' ἐν τῇ οἰκίᾳ ὀρύξασα καὶ ἐπιπολῆς αὐτὸν ἄδηλον ποιήσασα, κλίνην καθύπερθεν ἔστρωσεν καὶ ἄλλας ἐφεξῆς. καλέσασα δ' αὐτὸν ἐπὶ δεῖπνον ἐλθόντα κατέκλινεν ἵναπερ ὁ βόθρος ἦν. οἰχομένου δὲ κάτω, ἐπαμησαμένη τὴν γῆν ἄδηλον ἐποίησεν. Μετ' οὐ πολὺ δὲ καὶ ὁ Καδὺς ἀπέθανεν· αὐτὴ δὲ σὺν τῷ μοιχῷ πρῶτον μὲν ἐξελαύνει τὸν ἐκείνου ἀδελφὸν Ἄρδυν πολλοὺς Λυδῶν χρήμασι θεραπεύσασα, ἔπειτα συνῴκησεν αὐτῷ καὶ βασιλέα ἀπέδειξεν. ὁ δὲ Ἄρδυς ἐξαπιναίως φυγὼν ὁμοῦ γυναικί τε καὶ θυγατρί, οὕτω σφόδρα ἐπενήτευσεν, ὥστε ἐν Κύμῃ ἁμαξοπηγῶν διέζη, ὕστερον δὲ πανδοκεύων. φασὶ δ' αὐτὸν τοὺς ἐγκαταγομένους Λυδῶν φιλανθρωπευόμενον φίλους πάντας ἀποπέμπεσθαι. τῷ δὲ μοιχῷ Σπέρμῳ οὐκ ἤρκεσε ταῦτα δράσαντι, ἀλλὰ καὶ ἐς Κύμην πέμψας τινὰ λῃστήν, Κέρσην ὄνομα, κτεῖναι τὸν ἄνδρα παρεκελεύετο. ὁ δὲ ὑπέστη τὸ ἔργον ἐπὶ τῷ γῆμαι τοῦ Σπέρμου τὴν Θυγατέρα καὶ χιλίους στατῆρας λαβεῖν δωρεάν. Ἀφικόμενος δ' ὁ Κέρσης εἰς Κύμην κατήγετο ἐν τῷ Ἄρδυος πανδοκείῳ· ὁ δὲ αὐτὸν ὁμοίως ἐθεράπευε, καὶ τοῖς τε ἄλλοις ἠρέσκετο Κέρσης καὶ δὴ καὶ τὴν θυγατέρα αὐτοῦ διακονοῦσαν ἠράσθη· καί πως αὐτὸν εἰς γάμον αἰτεῖται τὴν κόρην ἐπὶ τῷ τὰ μέγιστα ὑπ' αὐτοῦ εὖ πείσεσθαι. ὁ δ' ἄλλως οὐκ ἂν διδοὺς διὰ τὴν φαυλότητα τἀνθρώπου ἐπ' εὐγενείᾳ μέγα φρονῶν, ὅμως διὰ τὴν ὑπόσχεσιν δώσειν ὡμολόγησεν. ὡς δὲ ταῦτα συνέθεντο, πᾶσαν αὐτῷ κατεῖπεν ὁ Κέρσης τὴν ἀλήθειαν, ὅτι ἥκοι ἀναπεισθεὶς ὑπὸ Σπέρμου ἐπὶ τῷ γάμῳ τῆς ἐκείνου θυγατρὸς ἀνελεῖν τὸν Ἄρδυν, ἕτοιμος δὲ νῦν εἶναι τὴν Σπέρμου κεφαλὴν κομίσας ἐπὶ τούτοις τὴν 12 Ἄρδυος γῆμαι θυγατέρα. ὡς δὲ συνεπῄνεσεν, ἐκέλευσεν αὐτὸν ἀποκείρασθαι τέως κομῶντα, κατασκευάσας δὲ ξυλίνην κεφαλὴν ἐοικυῖαν τῇ Ἄρδυος, καὶ τὰς κόμας αὐτῇ προσπλάσας, ἵετο εἰς Λυδίαν. ἀφικόμενος δὲ τῷ Σπέρμῳ πυνθανομένῳ περὶ ὧν αὐτὸν ἔπεμψεν ἔφη· πάντα διαπέπρακται, καταθεὶς πρότερον τὴν κεφαλὴν ἐν οἰκίσκῳ. κελεύσαντος δὲ τοῦ Σπέρμου δεῖξαι τὴν κεφαλὴν ἣν ἐκόμισεν, ἔφη ἄτοπον εἶναι πολλῶν ὁρώντων δεικνύναι, ἀλλὰ παρελθόντα αὐτὸν ἐς τὸ οἴκημα ἐκέλευσεν ὁρᾶν μόνον μετὰ μόνου· καὶ ὃς ἐπείσθη, δείξαντος αὐτῷ χαμαὶ κειμένην, καὶ ἐπέκυπτεν ὡς καταμάθοι. ἐν τῷδε ξίφει αὐτὸν παίσας κατέβαλεν, καὶ τὴν κεφαλὴν ἀποτεμὼν διεξέπεσε διὰ τῆς θύρας καὶ ἔξω πρὸς τὸν Ἄρδυν ἠπείγετο. οἱ δὲ πρὸς ταῖς θύραις Λυδοὶ τέως μέν, εἰσελθόντος τοῦ Σπέρμου, προσέμενον· ὡς δ' οὐκ ἐξῄει πολλοῦ χρόνου διαγενομένου, εἰσελθόντες ὁρῶσι χαμαὶ νεκρὸν κείμενον, κεφαλὴν οὐκ ἔχοντα. γνόντες δὴ τὸ γεγονὸς ἡσυχίαν ἦγον ἐπιχαίροντες αὐτῷ· ἦν γὰρ δὴ κάκιστος, καὶ ἄλλως βασιλεύοντος αὐτοῦ ηὔχμησεν ἡ γῆ. Σπέρμης μὲν οὕτως ἐτελεύτησεν βασιλεύσας ἔτη δύω· ἐν δὲ τοῖς βασιλείοις οὐκ ἀναγράφεται. Κέρσης δὲ φεύγων εἴς τι καπηλεῖον ἀφίκετο· ἐγκαταχθεὶς δέ, ἅτε περιχαρὴς τῷ ἔργῳ, εἰς μέθην ὥρμησε, καὶ τῷ καπήλῳ πάντα διηγήσατο καὶ τὴν κεφαλὴν ἔδειξε τὴν Σπέρμου. ὁ δὲ συμφρονήσας ὅτι ἐκ τούτων Ἄρδυς βασιλεύσει, τὸν Κέρσην μεθύσας πολλῷ οἴνῳ ἀπέκτεινεν, καὶ τὴν κεφαλὴν αὐτοῦ τε καὶ τοῦ Σπέρμου λαβὼν εἰς Κύμην ἦλθε παρὰ τὸν Ἄρδυν. ἐν φροντίδι δ' αὐτῷ ὄντι περὶ τούτων ἔλεξεν ὅτι ἀγαθὰ μέγιστα ἥκοι κομίζων. ὁ δ' εἶπε Σπέρμον ἄρα τεθνηκέναι καὶ Κέρσην οὐκ ἔσεσθαί μοι γαμβρόν; ἐμοὶ γὰρ ταῦτα μέγιστά ἐστιν. ἀποκρίνεται Θύοσος, τοῦτο γὰρ ἦν ὄνομα τῷ καπήλῳ·