ὅπερ ὁ Λουκᾶς σαφηνίσας "λεπτὸν" ὠνόμασεν. ἡμεῖς δὲ ἀπαλλαγῶμεν καὶ τοῦ ἐχθροῦ καὶ ἐκδικη τοῦ, ἤγουν τοῦ διαβόλου, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ ταύτῃ, καὶ τῶν τῆς ἀτιμίας παθῶν, ἅτινα ἀντίδικοι ἡμῶν εἰσιν· οὐδεὶς γὰρ ἡμῶν ἕτερος ἀντί δικος, ἐὰν μὴ ἡμεῖς ἑαυτῶν διὰ τούτων γενώμεθα ἀντίδικοι καὶ μὴ ἡ συνείδησις καταγινώσκῃ ἡμῶν ὡς καταφρονούντων τῆς ὑπομνήσεως αὐτῆς, μήποτε παραδοθῶμεν τῷ κριτῇ πάντων θεῷ ὑπὸ τῆς συν ειδήσεως ἐλεγχθέντες· ὁ δὲ "παραδώσει τοῖς πράκτορσιν", ἤγουν τοῖς κολασταῖς ἀγγέλοις, καὶ ἀπαιτηθησόμεθα τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ τε καὶ μεγάλῳ. 53 Mt 5, 25 Ἐπιτετηρημένως οὖν ὁ κύριος ἐνταῦθα ἀντίδικον ὀνομάζει τὸν ἀφαιρεῖσθαί τι ἐπιχειροῦντα τῶν διαφερόντων ἡμῖν. εὐνοοῦμεν δὲ αὐτῷ, ἐὰν φυλάξωμεν τὸ πρόσταγμα τοῦ κυρίου εἰπόντος "τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον" καὶ ἐπὶ παντὸς πράγματος τοιούτου ὁμοίως. 54 Mt 5, 25-26 Ὃ λέγει, τοιοῦτόν ἐστιν· πρὸ δίκης εὐγνωμόνει. ἐπεὶ καὶ ἐὰν ἐγκληθῇς καὶ φυλακισθῇς, οὐκ ἀπολύῃ ἕως οὗ ἀποτίσῃς ἕως ὀβο λοῦ· τοῦτο γὰρ ὁ κοδράντης δηλοῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· παραινεῖ γὰρ εὐγνωμονεῖν καὶ μὴ τῇ κρίσει θαρρεῖν· εἰ γάρ τι συμ βαίη παρ' ἐλπίδα καὶ κατασχεθῇς ὑπὸ τοῦ κριτοῦ, οὐκ ἀπολυθήσῃ ἕως οὗ ἀποτίσῃς τὸν ἔσχατον ὀβολόν· τοῦτο γὰρ λέγεται κο δράντης. 55 Mt 5, 25-26 Ὑποκείσθω τις, φησίν, ἐφ' ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν αἰτιά ματά τινα ποιησάμενος κατά σου, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας ἀποφέρεσθαι ποιεῖ· ἕως τοίνυν, φησίν, μετ' αὐτοῦ εἶ ἐν τῇ ὁδῷ, τοῦτ' ἔστιν πρὶν ἀφικέσθαι πρὸς τὸν κριτήν, δὸς ἐργασίαν, ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδήν, ἵνα ἀπαλλαγῇς ἀπ' αὐτοῦ. εἰ δὲ μὴ τοῦτο γένηται, παραδώσει σε τῷ κριτῇ. εἶτα ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, "παραδοθήσῃ τῷ πράκτορι", τοῦτ' ἔστιν τοῖς ἀπαιτηταῖς, κἀκεῖνοί σε κατακλείσαντες ἀπαιτήσουσι καὶ "τὸ ἔσχατον λεπτόν". οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασίν ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ τῆς γῆς. ἑκάστου γε μὴν ἀντίδικος καὶ κατήγορος ὁ σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής· ἕως τοίνυν ἐσμὲν ἐν τῇ ὁδῷ, τοῦτ' ἔστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ, λύσωμεν τὰς καθ' ἑαυτῶν αἰτίας, τὴν διὰ Χριστοῦ χάριν ἁρπάσωμεν ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματός τε καὶ δίκης ἔξω τιθείσης κολά σεώς τε καὶ φόβου, μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν ἀπενεχθῶμεν πρὸς τὸν κριτὴν καὶ παραδοθῶμεν "τοῖς πράκτορσιν" ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις διαφύγοι τὸ ἀπηνές. ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ καὶ μεγάλῳ. τούτων ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες καὶ τὸ ἐπ' αὐτῷ μυστήριον οὐκ ἠγνοηκότες. 56 Mt 5, 28-30 Τάχα εἰσί τινες τοιοῦτον λαβόντες χάρισμα ὥστε μὴ ἐπιθυμεῖν. πλὴν ὁ Χριστὸς ὡς ἰσχυροποιήσας τὴν ἀνθρώπων φύσιν καὶ τὰ ὑπὲρ νόμον ἐπιτάσσει ὡς νῦν ἐγχωροῦντα· εἰ γὰρ καὶ τοῖς πρὸ τοῦ Χριστοῦ ἀδύνατον ἦν τοῦτο, ἀλλὰ τοῖς πιστοῖς εὐκατόρθωτον τὸ τὰς ἐπιθυμίας ἐκκόπτειν. 57 Mt 5, 28 Ὁ ἐμβλέψας γυναῖκα καὶ ἐπιθυμήσας τότε κρίνεται, ὅτε φανῇ αὐτῷ ἡ σὰρξ τῆς γυναικὸς εἰς ἐπιθυμίαν καλὴ καὶ σαρκικῶς αὐτὴν ἴδῃ καὶ ἁμαρτητικῶς· ὁ γὰρ δι' ἀγάπην τῆς ἁγνῆς ὁρῶν τὸ κάλλος, οὐ τὴν σάρκα ἡγεῖται καλήν, ἀλλὰ τὴν ψυχήν. 58 Mt 5, 29-30 Εἰπὼν ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε καὶ τὰ ἑξῆς, ὀφθαλ μὸν λέγει τὸν λογισμὸν τῆς ἐπιθυμίας, ὃν λέγει ἐκκόπτεσθαι. 59 Mt 5, 29-30 Ὀφθαλμὸς καὶ χεὶρ νοεῖται ὁ φίλος. ἐὰν γάρ τινα οὕτω φιλῇς ὡς ἐν τάξει ὀφθαλμοῦ δεξιοῦ καὶ χρήσιμον αὐτὸν νομίζῃς ὡς ἐν τάξει δεξιᾶς χειρὸς καὶ βλάπτῃ σου τὴν ψυχήν, ἀπότεμε τούτους ἀπό σου καὶ πόρρω χωρίσθητι ἀπ' αὐτῶν· ὅταν γὰρ μὴ ἀλλήλους σῴζητε, ἀλλὰ μᾶλλον ἀμφότεροι προσαπολλύησθε ὄντες ὁμοῦ, συμφέρει χω ρισθέντα κἂν τὸν ἕνα σωθῆναι.