6
129 Ἀξιοπιστότερον ὕδωρ οὐράνιον ὑπὲρ ὕδωρ Αἰγυπτίων σοφῶν ἀντλούντων ἐκ γῆς.
130 Ὃν τρόπον οἱ τοὺς τροχοὺς ἀναβαίνοντες κάτω εἶσιν, οὕτως οἱ ὑψοῦντες λόγους αὐτῶν τεταπείνωνται ἐν αὐτοῖς.
131 Σοφία κυρίου ὑψοῖ καρδίαν, φρόνησις δὲ αὐτοῦ καθαίρει αὐτήν. 132 Λόγοι προνοίας σκοτεινοὶ καὶ δυσνόητοι κρίσεως θεωρίαι, ἀνὴρ δὲ
πρακτικὸς ἐπιγνώσεται αὐτούς. 133 Καθαίρων ἑαυτὸν ὄψεται φύσεις νοεράς, λόγους δὲ ἀσωμάτων
ἐπιγνώσεται μοναχὸς πραΰς. 134 Ὁ κτίσμα λέγων τὴν ἁγίαν τριάδα βλασφημεῖ θεὸν καὶ ὁ ἀθετῶν τὸν
Χριστὸν αὐτοῦ οὐ γνώσεται αὐτόν. 135 Κόσμων θεωρίαι πλατύνουσι καρδίαν, λόγοι δὲ προνοίας καὶ κρίσεως
ὑψοῦσιν αὐτήν. 136 Γνῶσις ἀσωμάτων ἐπαίρει τὸν νοῦν καὶ τῇ ἁγίᾳ τριάδι παρίστησιν αὐτόν. 137 Μέμνησθε τοῦ δεδωκότος ὑμῖν ἐν κυρίῳ σαφεῖς παροιμίας, καὶ μὴ
ἐπιλάθησθε τῆς ταπεινῆς μου ψυχῆς ἐν καιρῷ προσευχῆς.