1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

6

γυμνασίᾳ μόνον οἱ ἀγῶνες συγκροτοῦνται, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν πάλῃ τὸ περὶ στεφάνου ζητεῖται.

ΚΕΦΑΛ. ΙΒʹ. ∆ίκαζε τοὺς λογισμοὺς ἐν τῷ βήματι τῆς καρδίας, ἵνα τῶν

λῃστῶν ἀναιρουμένων, ὁ ἀρχιλῃστὴς φοβηθῇ· καὶ γὰρ ὁ ὢν ἀκριβὴς τῶν λογισμῶν ἐξεταστὴς, ἔστι καὶ ἀληθὴς τῶν ἐντολῶν ἐραστής. Ἐπὰν οὖν λογισμὸς ἐπιστῇ σου τῇ καρδίᾳ δυσεύρετος, τότε ἐπὶ πλεῖον συντόνους πόνους ἐπ' αὐτὸν ἐκπύρωσον· ἢ γὰρ τὴν θέρμην ὡς ἐναντίαν οὐ φέρων ἀποδρᾷ, ἢ ταύτην ὑπομένει ὡς οἰκεῖος ὢν τῆς εὐθείας ὁδοῦ. Ἔστι δ' ὅταν οἱ δαίμονες λογισμὸν δῆθεν καλὸν ὑποβάλλοντες τῇ καρδίᾳ, καὶ παρευθὺ μεταμορφούμενοι ἐναντιοῦσθαι τούτῳ προσποιοῦνται, ἵνα ἐκ τῆς ἐναντιώσεως, νομίσῃς αὐτοὺς καὶ τὰς ἐνθυμήσεις τῆς καρδίας σου εἰδέναι· οὐ μόνον δὲ, ἀλλ' ἴνα δικάζωνται 79.1109 τὴν συνείδησίν σου κρίνειν, ὡς τῇ ἐναντιώσει τοῦ κακοῦ ἡττηθέντος τῷ καλῷ· ἔστι δὲ πάλιν ὅτε τὴν οἰκείαν σκευωρίαν ὑπεμφαίνουσί σοι ἵνα παρὰ σεαυτῷ δόξῃς φρόνιμος εἶναι. Ὅταν λογισμοὶ μεταστήσωσί σε εἰς ὃν ὑπέβαλον ἐρᾷν ἡμᾶς τόπον, τότε μεταμελεῖσθαι πάλιν ποιοῦσιν ἵνα ἀστάτους ἡμᾶς ποιήσωσι πανταχόθεν, καὶ ἀκάρπους. ∆ιὸ μὴ πετάζωμεν ἑαυτοὺς ἀπὸ τόπων εἰς τόπους, ἀλλὰ καμπτώμεθα μᾶλλον εἰς ἡσυχίαν, καὶ κόπους, ὅτι ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας λαμβάνουσιν καθ' ἡμῶν οἱ λογισμοὶ τὴν δύναμιν. Ὁ δὲ εἰδὼς λογισμοῦ πεῖραν ἐν ᾧ τόπῳ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ Θεῷ, ὁ δὲ μὴ εἰδὼς, ἐν ἀγῶνι ἔτι βαδίζει. Ἡ τῶν τόπων μετάθεσις, ἤτω εἰς τὰ πνευματικώτερα, καὶ μὴ εἰς τὰ ἀναπαυστικώτερα· ὑπομονὴ γὰρ, καὶ μακροθυμία, καὶ ἀγάπη, ἐν ταῖς θλίψεσιν εὐχαριστεῖ· ἀκηδία δὲ, καὶ ἐλαφρία, καὶ φιλαυτία, ἐν ταῖς ἀναπαύσεσι χαίρει. Ἀνήσυχος διὰ τῶν περὶ τὰς ὄψεις αἰσθήσεων τὴν ψυχὴν πολεμεῖται, ὁ δὲ φιλήσυχος, τὰς αἰσθήσεις φυλάσσων, τοὺς λογισμοὺς πολεμεῖ.

ΚΕΦΑΛ. ΙΓʹ Τῷ οὖν διατάγματι τοῦ νόμου τῶν αἰσθήσεων τὴν τάξιν ὁ ἡγεμών

σου συναγαγέτω, ἵνα μὴ βλέμματι, καὶ ἀκοῇ, μάστιγας κακῶν τῇ ψυχῇ σου ταράξῃς· ἐν δυσὶν οὐσίαις ὑπάρχων, ἑκάστῃ διανέμειν τὴν τάξιν φυλάττου, ἵνα ἡ μὲν ἀριστεύῃ, ἡ δὲ μὴ ἀντερῇ, καὶ τῷ τυράννῳ τὰ ἐπιτάγματα μὴ δίδου, ὅτι τῷ πυρὶ τούτου δοθέντος, καὶ τὸν ἔσχατον κοδράτην ἀποδώσεις. Ὅταν τὰ αἴτια τῶν παθῶ ἀντιπολεμῶν τροποῦσαι, μή σε λογισμὸς μεγαλυνέτω πονηρὸς, μή πως πνεύματι πλάνης πιστεύσας, καὶ τῶν φρενῶν ἐκπλαγῇς· ἐπιζήτει δὲ λογιστεύειν τὰς ἐφ' οἷς πονεῖς ὑπερβολὰς, ὅπως τὰ τέλη τῶν κατορθωμάτων διὰ τῶν ἔνδον μὴ κλαπῇς. Τινὲς ἐπὶ κατορθώμασιν εὐφημισθέντες, τῷ χρόνῳ τοὺς πόνους ἠκηδίασαν, καὶ ἡ μὲν εὐφημία διώδευσεν, οἱ δὲ πόνοι ἐλύθησαν. Τινὲς δι' ὄγκον καλῶν σκληρουχούμενοι, μεγάλοι ἐνομίσθησαν καὶ τῆς μὲν ψυχῆς τὸ συνειδὸς ἡλκοῦτο, τῆς δὲ εὐφημίας ἡ νόσος ἐνευρύνετο, οἱ δὲ λογισμοὶ τῶν τραυμάτων τὴν ψυχὴν ἀποπλανῶντες ἐν ταῖς εὐφημίαις τοὺς πόνους ἀπέφερον. Ὁπηνίκα ταῖς παρὰ ἀνθρώπων τιμαῖς οἱ πονικώτατοι πλουτήσουσι, τὸ τηνικαῦτα καὶ τὰς ἀτιμίας οἱ δαίμονες σκευάσαντες ἐπάγουσιν, ἵνα, ἀπὸ τῶν τιμῶν ὄντες, τὰς ἀτιμίας μὴ φέρωσι, καὶ τὰς ὕβρεις μὴ βαστάσωσιν. Ὅταν ἐφ' ἁμαρτίαις μεγάλην μετάνοιαν διδῷς, τότε οἱ λογισμοὶ τοὺς ἀγῶνας τῶν πόνων μεγαλύνοντες ἁμαρτίας σμικρύνουσιν, καὶ πολλάκις τῇ λήθῃ καλύπτουσιν, ἢ καὶ συγκεχωρῆσθαι ταύτας σημαίνουσιν, ἵνα ὑπενδοὺς τοῖς πόνοις, μὴ ἀναλογίζῃ τῶν πταισμάτων τοὺς θρήνους τοὺς κατ' αὐτῶν ὠρύεσθαι πλειόνως.

ΚΕΦΑΛ. Ι∆ʹ. Ὁ δὲ τὰ προσπεσόντα πάθη πυκτεύων ἐκκόψαι, 79.1112 πλείονας

παθῶν ὁπλίτας ἐπιστρατηγήσει τῇ μάχῃ. Μὴ ἀμνημόνει πταίσας, κἂν μετανοήσῃς,