6
ἐκ τῶν εἰρημένων ἀναφανέν. 16 Ἰδού σοι διασεσάφηται τὰ ἠπορημένα καθὼς ἦν ἡμῖν δυνατόν, τό τε «ἡ μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη» καὶ τὸ «ἔστιν ὅτε καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ γίνεσθαι». ἡ γὰρ ὕλη ὡς ἀπεδείξαμεν ἓν οὖσα καὶ πάντη ἁπλούστατον στασιάζει πρὸς ἑαυτὴν τοῖς μεταπτώσεσι τῶν εἰδῶν, τὸ δὲ τοιοῦτον ἓν ὁποῖον εἰρήκαμεν ἀστασίαστον πάντη μένει καὶ ἀδιάρρηκτον, ὑπερηρμένον πάσης ἑνώσεως καὶ διαιρέσεως. οὐ γάρ ἐστιν ἕν, ἀλλ' ὑπὲρ τὸ ἓν καὶ διὰ τοῦτο τρία, οὐδὲ διαιρέσει τινὶ ὑποπίπτει, ὑπὲρ διαίρεσιν γάρ, καὶ διὰ τοῦτο ἕν. ὑπὲρ γὰρ ἕνωσιν τούτου ἡ ἕνωσις καὶ ὑπὲρ διαίρεσιν ἡ διαίρεσις, ὃ καὶ κρειττόνως ἄν τις ὀνομάσειε τὸ ὑπερηνωμένον καὶ ὑπερδιῃρημένον. ἐξ αὐτῆς γὰρ πᾶσα ἕνωσις καὶ πᾶσα διαίρεσις, ὡς ἐκ μεθεκτῶν μετεχόμενα, ὡς ἐξ οὐσίας παραγόμενά τε καὶ οὐσιούμενα διὰ τὴν ἄπειρον τούτου φύσιν τὴν γόνιμον καὶ τὴν οὐσιοποιὸν δύναμιν, τήν τε ζωοποιὸν ἐνέργειαν καὶ τὴν νοοποιὸν τελειότητα.