χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος ἐσσί. τί σε χρῆ ταῦτα λέγεσθαι; καὶ παρ' Ἀνακρέοντι ἐν ἐλεγείαισ9. Νῦν παραφέρει παρὰ Θεοκρίτῳ ἐν στίχῳ κατὰ μέσον λέξεως κοινήν, ἀλλά φαμεν ἀπολογούμενοι τὴν 194 ˉοˉι αὐτὸν ἀντὶ βραχείας λαμβάνεσθαι ἢ ἁπλῶς κοινὴν ποιεῖν ὡς ἐν τοῖς προειρημένοις γέγονε μέτροις καὶ ἐν τοῖς ἐπιφερομένοις· ἔστι γὰρ παρὰ Ἀνακρέοντι ἐν ἐλεγείαις, ὥς φησιν ὁ τεχνικός· ἔτι δὲ ἔστιν εὑρεῖν καὶ <παρ'> ἄλλοις ὡς παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ, ἔνθα φησὶ (1136) μόνοις οἴονται συνταλαιπωρεῖν τάδε· ἐν γὰρ τῷ δευτέρῳ ποδὶ τὴν ˉοˉι συνέστειλεν. ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσιν ὡσαύτως, ἔνθα φησὶ (479) καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα καὶ πάλιν ὁ αὐτὸς (480) πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος· τὴν ˉβˉοˉι συνέστειλεν ἐν τετάρτῳ ποδί. ἀλλὰ καὶ Μέ νανδρος ἐν Ἐπιτρέπουσιν οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει (181) τὴν ˉτˉοˉι ἐν τετάρτῳ ποδὶ συνέστειλε. τὸ αὐτὸ δέ ἐστι καὶ ἐπὶ τῆς ˉαˉι διφθόγγου, ὡς Εὔπολις ἐν Ἀστρατεύ τοις φησὶν (35) Ἀθηναίων εἰ βούλεταί τις ἐγγράφειν· ἐν δευτέρῳ ποδὶ τὴν ˉαˉι συνέστειλε. παρὰ δ' Ἱππώ νακτι ἐπὶ τῆς ˉαˉι καὶ ˉοˉι διφθόγγου πολλή ἐστιν ἡ χρῆ σις. οὐ δεῖ δὲ ἡμᾶς τοὺς νεωτέρους χρῆσθαι· εἰ δέ τις χρήσαιτο, ἔχει ἀπολογίαν· οὔτε γάρ εἰσι φύσει μακραὶ ἡ ˉαˉι καὶ ἡ ˉοˉι δίφθογγοι, ἀλλ', ὡς καὶ ἐν τῷ 195 περὶ τόνων δείκνυται, αὗται πρὸς ἕνα ἥμισυ μόνον ἔχουσι χρόνον, τῆς φύσει μακρᾶς δύο ἐχούσης, ὅθεν καὶ ἐπὶ τέλους οὖσαι ἔχουσι πολλάκις τὸν προπαροξύ τονον τόνον. (5, 10) Εἶτα φέρει παράδειγμα ὁ τεχνικὸς καὶ ἐπὶ τῆς ˉυˉι διφθόγγου· ἥτις πάλιν ἔχει ἀπολογίαν ὅτι ἀσθενεστέρα ἐστίν, ὡς ἐκ δύο ὑποτακτικῶν, τοῦ ˉυ καὶ τοῦ ˉι, συνεστηκυῖα· ὅθεν οὐδέποτε ἐν τέλει λέξεως εὑρίσκεται, καὶ εὐλόγως ὅτι οὐκ ἐν τέλει λέξεως, ἀλλ' ἐν μέσῳ τὴν κοινὴν ἐποίησεν. Ἔστι δ' εὑρεῖν τὴν ˉοˉυ δίφθογγον ὡσαύτως ποιοῦσαν κοινήν, οἷον παρὰ Ἀρι στοφάνειNub. 838 ὥσπερ τεθνεῶτος καταλούει μου τὸν βίον· τὴν γὰρ ˉλˉοˉυ συλλαβὴν ἐν τετάρτῳ ποδὶ ἰάμβου συν έστειλεν: Ὁμοίως καὶ τὴν ˉεˉυ εὑρίσκομεν ποιοῦσαν κοινήν, οἷον ἐν τῷ πρώτῳ. ἰάμβῳ Ἱππώνακτος, ἔνθα φησὶ μακάριος ὅστις θηρεύει † πρήσας22a τὴν ˉρˉεˉυ ἐν τετάρτῳ ποδὶ συνέστειλε· καὶ πάλιν ὁ αὐτὸς ἐν δευτέρῳ ποδὶ τὴν ˉεˉυ καίτοι γ' εὔωνον αὐτὸν εἰ θέλεις δώσω 22b)· εἶτα πάλιν ὁ αὐτὸς ἐκέλευε βάλλειν καὶ λεύειν Ἱππώνακτα τὴν ˉλˉεˉυ ἐν τετάρτῳ ποδί· λεύειν δέ φησιν ἀντὶ τοῦ λιθοβολεῖν. Ἰστέον δὲ ὅτι ἡ τοῦ ποιητοῦ χρῆσις ἡ ἔχουσα τὴν ˉοˉι, ἣν παραφέρει ὁ τεχνικός (5, 1. ν 275), ἐναντιοῦ 196 ται τῷ λόγῳ Ἡρωδιανοῦ τῷ ὅτι οὐδέποτε ἐν παλιμ βακχείῳ ἔστιν εὑρεῖν τὴν ˉοˉι ἀντὶ βραχείας παραλαμ βανομένην, ἀλλ' ἐν ἀμφιμάκρῳ, ὡς ἐν τῷ ὁρῶν ἄειδε τοιαῦτα (4, 17) καὶ τοῖς ὁμοίοις. ὁ δ' Ἡλιόδωρος ἔλεγεν αὐτὸ κατὰ συνίζησιν. εὑρίσκεται δ' ἁπλῶς ἐν μέσῳ λέξεως κοινὴ καὶ ἐν παλιμβακχείῳ, ὡς καὶ παρὰ Τυρταίῳ "3ἥρωες"3 (17)· οὕτω γὰρ ἔλαβε τὸν δεύτερον πόδα τοῦ στίχου. Ἰστέον δὲ ὅτι τῆς κοινῆς συλλαβῆς ὁ Ἡφαιστίων ὅρον οὐκ εἶπεν, οὐ γὰρ ἔστι κοινή· διὸ καλῶς φησὶ (3, 4) 20γίνεται δὲ κοινὴ20 καὶ οὐκ 20ἔστιν20· ὅτι γὰρ οὐκ ἔστιν οὐδεμία συλλαβὴ κοινή, δῆλον· εἰ γάρ τις ἡμᾶς ἐρωτήσει, ποία ἐστὶ συλλαβὴ μακρά, ἀποφαντικῶς ἐροῦ μεν ἡ ˉμˉη καὶ ἡ ˉβˉω, ὁμοίως καὶ βραχεῖα ἡ ˉμˉε καὶ ἡ ˉβˉο. καὶ πάλιν μακρὰ ἡ ˉχˉθˉη καὶ <ἡ> ˉμˉοˉι· καὶ ὅμως ὁ ποιητὴς ἑκατέρᾳ τούτων ἐν τῷ πλάγχθη ἐπεὶ Τροίης (α 2), καὶ ἐν τῷ ἄνδρα μοι ἔννεπε μοῦσα (α 1) ὡς βραχείᾳ κέχρηται· καὶ ὅμως οὐκ εἰσὶ βραχεῖαι, ἀλλὰ κοιναὶ γίνονται. τοῦτο καὶ ἐπὶ πάσης κοινῆς. Ἰστέον ὅτι τῶν τεχνικῶν καὶ μετρικῶν λεγόντων περὶ τῆς φύσει μακρᾶς μὴ θέλειν αὐτὴν τὴν μακρὰν εἰς φωνῆεν καταλήγειν καὶ τὴν ἑξῆς ἔχειν ἀπὸ φω νήεντος ἀρχομένην, ἀλλὰ πάντως ἔχειν μεταξὺ σύμφω 197 νον (τότε γὰρ οὐ γενήσεται μακρά, ἡνίκα ἐστὶ καθαρά, ἀλλὰ κοινή), λέγει ὁ 20Ἡλιόδωρος20 βοηθεῖσθαι τῷ τοι ούτῳ τρόπῳ καὶ μεῖναι αὐτὴν μακρὰν καὶ μὴ γίνεσθαι κοινὴν