καὶ ἄκων κεχωρισμένος, καὶ ἡμᾶς δὲ ἅμα αὐτῇ συνεπισπώμενος. Ἐξαίφνης γοῦν οὐκ οἶδ' ὅπως ἀποδημεῖν μέν, ἀλλ' ἑτέρωθί ποι μᾶλλον ἀποδημεῖν ἤπερ ἐνταῦθα διανοουμένοις ἡμῖν ἐπέστη στρατιώτης φέρων ἐντολήν, παραπέμπειν μὲν καὶ δια σώζεσθαι τὴν ἀδελφὴν ἡμῶν καταλαμβάνουσαν τὸν ἄνδρα, ἄγειν δὲ καὶ ἡμᾶς συνοδοιπόρους ἅμ' αὐτῇ· χαριου μένους μὲν καὶ τῷ κηδεστῇ, καὶ μάλιστα τῇ ἀδελφῇ, ὅπως μὴ οὐκ εὐσχήμων τε ἢ ὀκνηροτέρα πρὸς τὴν ὁδοιπορίαν ᾖ, οἰκέταις αὐτοῖς καὶ τοῖς συγγενέσι τιμήσασι, καὶ οὐ μικρόν τι ἕτερον τῶν προὔργου διαπραξαμένοις, εἰ ἐπὶ τὴν Βηρυτίων ἔλθοιμεν πόλιν, ἐκεῖ τὸ τῶν νόμων μάθημα ἐκπονήσαντες. Πάντα τοιγαροῦν ἐκίνει ἡμᾶς, τὸ πρὸς τὴν ἀδελφὴν εὔλογον, τὸ ἡμέτερον αὐτῶν μάθημα, πρὸς δὲ καὶ ὁ στρατιώτης (ἐπεὶ καὶ τούτου μνημονεῦσαι δεῖ), φέρων ἐξουσίαν πλειόνων τῶν δημοσίων ὀχημάτων τῆς χρήσεως, καὶ σύμβολα πλείονος ἀριθμοῦ ἡμῶν μᾶλλον ἢ τῆς ἀδελφῆς μόνης ἕνεκα. Φαινόμενα μὲν ταῦτα· τὰ δὲ μὴ φαινόμενα μὲν ἀληθέστερα δέ, ἡ πρὸς τὸν ἄνδρα τοῦτον κοινωνία, τὴν ἀληθῆ δι' αὐτοῦ περὶ τὰ τοῦ λόγου μαθήματα, ἡ τῶν ψυχῶν ἡμῶν ὠφέλεια εἰς σωτηρίαν ἦγεν ἡμᾶς ἐπὶ τάδε, τυφλώττοντας μὲν καὶ οὐκ εἰδότας, σωτηριωδῶς δὲ ἡμῖν. Τοιγαροῦν οὐχ ὁ στρατιώτης, θεῖος δέ τις συνοδοιπόρος καὶ πομπὸς ἀγαθὸς καὶ φύλαξ, ὁ διὰ παντὸς τοῦ βίου τούτου ὥσπερ μακρᾶς ὁδοιπορίας διασώζων ἡμᾶς, παραμειψάμενος τά τε ἄλλα καὶ τὴν Βηρυτόν, ἧς μάλιστα <ἕνεκα> ὁρμᾶν ἐνταῦθα ᾠήθημεν, ἐνταῦθα φέρων κατεστήσατο· πάντα ποιῶν καὶ κινῶν, ἕως πάσῃ μηχανῇ τῷ τῶν πολλῶν ἡμῖν ἀγαθῶν αἰτίῳ τούτῳ συνδήσεται. Καὶ ὁ μέν, διὰ τοσούτων ἐλθὼν τὴν οἰκονομίαν παραδιδοὺς τούτῳ, ὁ θεῖος ἄγγελος ἐνταῦθά που καὶ ἴσως ἀνεπαύσατο, οὐχ ὑπὸ καμάτου τινὸς ἢ μόχθου (ἀκάματον γὰρ τὸ τῶν θείων λειτουργῶν γένος), ἀλλ' ὅτι παρέδωκεν ἀνθρώπῳ, πᾶσαν εἰ δυνατὸν πρόνοιαν καὶ ἐπιμέλειαν ἀποπλήσοντι.
6 Ὁ δ' ὑποδεξάμενος ἐξ ἡμέρας τῆς πρώτης, τῆς ὄντως ἐμοὶ πρώτης, τῆς τιμιωτάτης πασῶν, εἰ δεῖ λέγειν, ἡμερῶν, ὅτε μοι πρῶτον ὁ ἀληθινὸς ἀνατέλλειν ἥλιος ἤρξατο, πρῶτον μέν, ὥσπερ θῆράς τινας ἀγρίους ἢ ἰχθύας ἤ τινας ὄρνεις, ἐμπεσόντας μὲν εἰς τὰς ἄρκυς ἢ εἰς τὰς σαγήνας, ἐξολισθαίνειν δὲ καὶ ἀποδιδράσκειν πειρωμένους, ἀναχωρεῖν τε ἀπ' αὐτοῦ βουλομένους ἐπὶ τὴν Βηρυτὸν ἢ ἐπὶ τὴν πατρίδα, συνδήσασθαι πάντα τρόπον ἐμη χανήσατο· πάντας λόγους στρέφων καὶ πάντα κάλων (τοῦτο δὴ τὸ τοῦ λόγου) κινῶν καὶ πάσας τὰς δυνάμεις αὐτοῦ προχειριζόμενος· ἐπαινῶν μὲν φιλοσοφίαν καὶ τοὺς φιλοσοφίας ἐραστὰς μακροῖς τοῖς ἐπαίνοις καὶ πολλοῖς τοῖς τε προσήκουσι, τούτους μόνους ζῆν ὄντως τὸν λογικοῖς προσήκοντα βίον λέγων, τοὺς ὀρθῶς βιοῦν ἐπιτηδεύοντας, ἑαυτούς τε γινώσκοντας πρῶτον οἵτινές εἰσι, κἄπειτα τὰ ὄντως ἀγαθά, ἃ μεταδιώκειν ἄνθρωπον χρή, καὶ τὰ ἀληθῶς κακά, ὧν ἀποτρέχειν δεῖ· ψέγων δὲ τὴν ἀμαθίαν καὶ πάντας τοὺς ἀμαθεῖς· πολλοὶ δὲ οὗτοι, ὅσοι θρεμμάτων δίκην τυφλώττοντες τὸν νοῦν, οὐδ' αὐτὸ τοῦτο ὅπερ εἰσὶν ἐγνωκότες, ὥσπερ ἄλογοι πεπλανη μένοι, ἀγαθὸν ἢ κακὸν ὅ τι ποτέ ἐστιν ὅλως οὔτε εἰδότες αὐτοὶ οὔτε μαθεῖν θέλοντες, ὡς ἐπὶ ἀγαθὸν ἄττουσι καὶ ἐπτόηνται χρήματα καὶ δόξας καὶ τιμὰς τὰς ἀπὸ τῶν πολλῶν καὶ τὴν τοῦ σώματος εὐεξίαν, αὐτά τε περὶ πολ λοῦ καὶ τοῦ παντὸς τιθέμενοι, καὶ τῶν τεχνῶν, ὅσαι ταῦτα ἐκπορίζεσθαι δύνανται, καὶ τῶν βίων, ὅσοι ταῦτα παρέξον ται, στρατιὰς καὶ τὴν δικανικὴν καὶ ἐκμάθησιν τὴν τῶν νόμων· ταῦθ' ἅπερ ἡμᾶς ἀνέσειε μάλιστα λέγων καὶ μάλα τεχνικῶς, τοῦ κυριωτάτου, φησί, τῶν ἐν ἡμῖν, λόγου ἀμελήσαντας. Οὐκ ἔχω νῦν ἐγὼ λέγειν, ὅσας τοιαύτας ἐξήχει φωνὰς προτρέπων φιλοσοφεῖν, οὐ μιᾶς ἡμέρας μόνης, ἀλλὰ καὶ πλειόνων ὅσων αὐτῷ προσῄειμεν τῶν πρώτων, βεβλημένοι μὲν ὥσπερ τινὶ βέλει τῷ παρ' αὐτοῦ λόγῳ καὶ ἐκ πρώτης ἡλικίας (ἦν γάρ πως καὶ ἡδείᾳ τινὶ χάριτι καὶ πειθοῖ καί τινι ἀνάγκῃ μεμιγμένος), στρεφόμενοι δέ πως ἔτι καὶ λογιζόμενοι, καὶ φιλοσοφεῖν μὲν προσκαρτερή σαντες,