1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

φωτὸς εἶναι κατακριθεὶς, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ὑφ' 35.740 ἑαυτοῦ γενόμενος· οἱ δὲ λοιποὶ μένουσιν ἐπὶ τῆς ἑαυτῶν ἀξίας, ἧς πρῶτον τὸ εἰρηναῖον καὶ ἀστασία στον, τὸ ἓν εἶναι λαβόντες παρὰ τῆς ἐπαινετῆς καὶ ἁγίας Τριάδος, παρ' ἧς καὶ τὴν ἔλλαμψιν. Ἐπεὶ κἀκείνη εἷς Θεός ἐστί τε καὶ εἶναι πιστεύεται, οὐχ ἧττον διὰ τὴν ὁμόνοιαν ἢ τὴν τῆς οὐσίας ταυτότητα· ὥστε Θεοῦ μὲν καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ τῇ στάσει ἀπεχθανόμενοί τε καὶ δυσχεραί νοντες· τῆς δ' ἀντικειμένης μερίδος ὅσοι πολε μικοὶ τὸν τρόπον, καὶ τὸ εὐδόκιμον τῷ καινῷ θηρώ μενοι, καὶ τῇ ἑαυτῶν αἰσχύνῃ καλλωπιζόμενοι· ἐπεὶ κἀκεῖνος αὐτός τε στασιάζει πρὸς ἑαυτὸν, καὶ τῷ πολυειδεῖ, καὶ τοῖς πάθεσι, κἀν τοῖς ἄλλοις, ταυτὸ τοῦτο ἐνεργεῖ, ὡς ἀνθρωποκτόνος ἀπ' ἀρχῆς καὶ μισόκαλος, ἵν' ἐν σκοτομήνῃ κατατο ξεύῃ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας, τῷ ζόφῳ τῆς στάσεως ἑαυτὸν ἐγκρύπτων, ὥσπερ οἶμαι, καὶ τοῖς καθ' ἕκαστον πρόσεισι σοφιστικῶς τὰ πολλὰ καὶ πανούργως, καὶ οἷον χώραν ἐν ἡμῖν ὑπανοίγων ἑαυτῷ διὰ τῆς τέχνης, ἵν' ὅλως εἰσπέσῃ, καθά περ ἀριστεὺς στρατῷ κατὰ τὸ παραῤῥηγνύμε νον τοῦ τειχίου ἢ τῆς παρατάξεως.

Ι∆ʹ. Ἓν μὲν δὴ τοῦτο, καὶ τοσοῦτον εἰς εὐ νοίας τε καὶ συμφωνίας ἀνάγκην, ἡ Θεοῦ καὶ τῶν θείων μίμησις· πρὸς ἃ βλέπειν ἀσφαλὲς μόνα τὴν κατ' εἰκόνα Θεοῦ γενομένην ψυχὴν, ἵν' ὡς μάλιστα τὸ εὐγενὲς αὐτῇ διασώζηται διὰ τῆς πρὸς αὐτὰ νεύσεως, καὶ ὡς ἐφικτὸν ὁμοιώσεως· δεύτερον δὲ ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, θείας φωνῆς ἀκούσαντες, καὶ καταμάθωμεν νόμους κτίσεως· ὅτι οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ ὁ σύμπας οὗτος κόσμος, τὸ μέγα τοῦ Θεοῦ στοιχεῖον καὶ περιβόητον, ᾧ καὶ δη λοῦται Θεὸς σιωπῇ κηρυττόμενος, ἕως μὲν εὐστα θεῖ καὶ εἰρηνεύει πρὸς ἑαυτὸν, ἐν τοῖς ἰδίοις ὅροις μένων τῆς φύσεως, καὶ οὐδὲν τοῦ ἑτέρου κατ εξανίσταται, οὐδὲ τῶν τῆς εὐνοίας ἐκβαίνει δεσμῶν, οἷς ὁ τεχνίτης Λόγος τὸ πᾶν συνέδησε, κό σμος τέ ἐστιν, ὥσπερ λέγεται, καὶ κάλλος ἀπρόσιτον, καὶ οὐδὲν μή ποτε τούτου τις ἐπινοήσειε λαμπρό τερον ἢ μεγαλοπρεπέστερον. Ὁμοῦ δὲ τοῦ εἰρη νεύειν πέπαυται, καὶ τοῦ εἶναι κόσμος. Ἢ γὰρ οὐ δοκεῖ σοι οὐρανὸς μὲν εὐτάκτως ἀέρι καὶ γῇ κοινω 35.741 νῶν, τῷ μὲν φωτὸς, τῇ δὲ ὑετῶν, εὐνοίας κρατεῖσθαι νόμῳ; γῆ δὲ καὶ ἀὴρ, ἡ μὲν τροφὰς, ὁ δὲ τὸ ἀναπνεῖν χαριζόμενοι ζώοις ἅπασι, καὶ διὰ τοῦτο τὸ ζῇν συνέχοντος, γονέων ἀπομιμεῖσθαι φιλοστοργίαν;

ΙΕʹ. Ὧραι δὲ ἡμέρως κιρνάμεναι, καὶ κατὰ μικρὸν ἀλλήλαις ὑπεξιοῦσαι, καὶ τὸ τῶν ἄκρων αὐστη ρὸν τῇ μεσότητι τιθασσεύουσαι, πρός τε ἡδονὴν ἅμα καὶ χρείαν ἐπιτηδείως εἰρήνῃ βραβεύεσθαι; Τί δαὶ ἡμέρα καὶ νὺξ, ἰσομοιρίαν πρὸς ἀλλήλας λαχοῦσαι καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα; Τί δαὶ ἥλιος, καὶ σελήνη, καὶ κάλλος ἀστέρων καὶ πλῆθος, ἐν τάξει φαινομένων τε καὶ ὑπανιόντων; Θάλασσα δὲ καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύμενα, καὶ διαδιδόντα χρη στῶς, καὶ ἀντιλαμβάνοντα φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ ἀνθρώπῳ τὰ παρ' ἑαυτῶν χορ ηγοῦντα πλουσίως καὶ φιλοτίμως; Ποταμοὶ δὲ δι' ὀρέων καὶ πεδίων ἑλκόμενοι, καὶ οὐχ ὑπερβαίνοντες, ὅτι μὴ πρὸς τὸ χρήσιμον, οὐδὲ ἐπιστρέφοντες καλῦψαι τὴν γῆν; Στοιχείων δὲ μίξεις καὶ κράσεις, καὶ μελῶν συμμετρίαι καὶ συμφωνίαι; ζώων δὲ τροφαὶ, καὶ γενέσεις, καὶ οἰκήσεις μεμε ρισμέναι; καὶ τὰ κρατοῦντα καὶ τὰ κρατούμενα, καὶ τὰ ὑπεζευγμένα ἡμῖν, καὶ τὰ ἐλεύθερα; Ταῦτα πάντα οὕτως ἔχοντα, καὶ κατὰ τὰς πρώτας αἰτίας τῆς ἁρμονίας, εἴτ' οὖν συῤῥοίας τε καὶ συμπνοίας, εὐθυνόμενά τε καὶ διεξαγόμενα, τί ποτ' ἐχρῆν δοκεῖν ἕτερον ἢ φιλίας τε καὶ ὁμονοίας εἶναι κηρύγματα, καὶ νομοθετεῖν ἀνθρώποις δι' ἑαυτῶν τὸ ὁμόψυχον;