6
σπαρασσομένους, πᾶσαν τῆς Ἀσσυρίων καταδρομῆς τὴν εἰκόνα, ἥν ποτε τὴν ἁγίαν Ἱερουσαλὴμ κατέδρα μον· ἣν μήτε λόγος ἀξίως παραστῆσαι, μήτε ἀκοὴ χωρῆσαι δύναται, μόνης δὲ τῆς Ἱερεμίου καὶ ψυχῆς καὶ φωνῆς πρὸς ἀξίαν ὀδύρασθαι· ὃς καὶ πηγὰς δακρύων ἐπιζητεῖ, καὶ ἐκ τειχῶν προκαλεῖται θρῆνον ἐπὶ τοιούτοις πάθεσι, καὶ ὁδοῖς Σιὼν ἐπιβάλλει πέν θος, οὐκ ἀγούσαις τοὺς ἑορτάζοντας.
ΙΓʹ. Τοῦτο τὸ δρᾶμα εἶδε μὲν ἑῴα λῆξις, ἐθρήνησε δὲ καὶ ἑσπέριος, ᾗ τὰ σύμβολα τῆς ἀπονοίας ὁ φυγὰς ἱερεὺς ἐθριάμβευσε. Τίνα τρόπον; Προὔ θηκε τῇ Ἐκκλησίᾳ Ῥωμαίων, ἀντὶ τῶν νεκρῶν, τὴν ᾑμαγμένην ἐσθῆτα, καὶ κινεῖ πάνδημα δάκρυα διὰ τῆς σιωπώσης κατηγορίας, ἵνα καὶ παραστήσῃ τὸ πάθος, καὶ τῶν δεινῶν ἐπίκουρον λάβῃ, ὥσπερ οὖν καὶ εἰληφότα ἔγνωμεν· ἐπειδὴ φιλεῖ μάλιστα κάμπτεσθαι τὸ προέχον πρὸς τὸ ἀσθενὲς, καὶ δι' εὐ νοίας ἑκουσίου τῷ ἐλαττουμένῳ προστίθεσθαι. Τοῦτο ἤνεγκε μὲν οὐδὲ τῶν ἄλλων εὐσεβῶν οὐδὲ εἷς· σὲ δὲ κινεῖ καὶ πλέον, ὅσῳ καὶ τὸν λόγον τελεώτε ρος, καὶ τὸν ζῆλον θερμότερος. ∆ιὰ τοῦτο πολε μεῖς μὲν ὑπὲρ τοῦ Λόγου, πολεμῇ δὲ ὑπὸ τῆς ἀσεβείας· καὶ πρὸς πολλοῖς ἄλλοις, οἷς ὑπὲρ τοῦ καλοῦ πράττων καὶ λέγων ἠγώνισαι, διδάσκων, νουθετῶν, ἐξαιρούμενος, ἐλέγχων, ἐπιτιμῶν, συγ 35.1217 χέων, ἰδιώτας, ἄρχοντας, ἰδίᾳ, δημοσίᾳ, κατὰ πάντα καιρὸν καὶ τόπον· τέλος, μανίᾳ συναρπασθεὶς δυσσε βοῦς ἐξουσίας, (ὢ τῆς εὐγενοῦς συμφορᾶς! ὢ τῶν ἱερῶν σου τραυμάτων!) ξαίνῃ μὲν τὸ καλὸν σῶμα ταῖς μάστιξιν, ὥσπερ δὲ ἄλλου θεατὴς πάσχον τος· καὶ κάμπτῃ μὲν τὸ ὁρώμενον, οὐ καταβάλλῃ δὲ τὸ νοούμενον· στηλιτεύεις τὴν ἀνδρείαν ἐν ταῖς ἁπάντων ὄψεσι· γίνῃ δὲ καὶ σιγῶν τῆς καρτερίας διδάσκαλος, ἐπειδή γε ἡ γλῶσσα παρῆκε τὸ φθέγγεσθαι.
Ι∆ʹ. Εἶτα τί; Τῆς πατρίδος ὑπερορίζῃ, ὁ μηδε μίαν εἰδὼς οἰκείαν καὶ ἀλλοτρίαν, ἐμοὶ δοκεῖν, ἵνα καὶ ἄλλοι παιδευθῶσι διὰ σοῦ τὴν εὐσέβειαν· Ὄασίς σοι τὸ φυγαδευτήριον, ἡ ἀπάνθρωπος ἐρημία, τὸ διὰ σὲ λοιπὸν εὐαγὲς χωρίον. Μετά δος ἡμῖν καὶ τῶν τῆς ὑπερορίας σου καλῶν, ἐπειδή γε τῶν τῆς ἐπανόδου μετέδωκας. Ποίησον ἡμῖν θέατρον τὴν ἐπάνοδον. Τίνας ἐκεῖ φιλοσοφεῖν ἐδίδαξας; τίνας ἐκάθηρας τῶν ἀσεβῶν ὑπολήψεων; τίνας τῇ εὐσεβείᾳ προσήγαγες; Ὁρᾷν μοι δοκῶ τὸ ἐκεῖ παι δευτήριον, τὴν περὶ σὲ τελετὴν καὶ πανήγυριν. Εἰπὲ καὶ τοῦτο· Εἶχές τινα παραμυθίαν τοῖς λειψάνοις τοῦ σώματος; ἢ καὶ τὴν πενίαν ἐφιλοσό φεις; Εἶχές τινας κοινωνοὺς τῆς ἀθλήσεως; ἢ καὶ τοῦτο πενόμενος ἤνεγκας; Ἐπόθεις τὰς ἀδελφὰς, τὰς κοινωνούς σοι καὶ τῆς ἀγνείας, καὶ τῆς καρτερίας; ἢ καὶ τῆς τούτων συνηθείας ἦς ὑψηλότερος; Ἔκαμπτέ σε γηραιᾶς μητρὸς ἐρημία; ἢ καὶ λίαν ἐθάῤῥεις, ὡς μέγιστον εἰς ἀσφάλειαν καταλιπὼν αὐταῖς τὴν εὐσέβειαν; Ἀλλ' ἐπειδή γε καλῶς ποιῶν ἐπανήκεις ἡμῖν, καί σε τοῖς ποθοῦσι ποθοῦντα πάλιν ἀπέδωκεν ὁ δοξάζων τοὺς δοξάζοντας αὐτὸν, καὶ παραζηλῶν τοὺς παραζηλοῦντας, ὁ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν, καὶ τοῖς νεκροῖς ἐμπνέων ἀνάστασιν· ὁ Λάζαρον μὲν τετραήμερον, σὲ δὲ τετραετῆ ζωοποιῶν παρ' ἐλπίδας, καὶ συνάγων ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν, τὴν Ἰεζεχιὴλ ὄψιν, τοῦ προφητῶν θαυμασιωτάτου καὶ ὑψηλοτάτου· ἔχου μοι πάλιν τῆς αὐτῆς ἐργασίας, καὶ παῤῥησίας, ἵνα μὴ δόξῃς ἐγκεκόφθαι τοῖς πάθεσι, μηδὲ προδιδόναι δει λίᾳ τὴν φιλοσοφίαν. 35.1220
ΙΕʹ. Σύγχει μὲν καὶ τὴν Ἑλλήνων δεισιδαιμονίαν, ὡς πρότερον, καὶ τὴν πολύθεον αὐτῶν ἀθεΐαν, καὶ τοὺς παλαιοὺς θεοὺς καὶ τοὺς νέους, καὶ τοὺς αἰσχροὺς μύθους, καὶ τὰς αἰσχροτέρας θυσίας πηλῷ πηλὸν καθαιρόντων, ὡς αὐτῶν τινος λέγοντος ἤκουσα, λέγω δὴ σώμασι σώματα τοῖς τῶν ἀλόγων ζώων τὰ ἑαυτῶν, καὶ τὰ σεμνὰ πλάσματα, καὶ τὰ ἀσχήμονα τερατεύματα· οἷς εἰ μὲν τὸ Θεῖον ὁρίζονται, τῆς κακοδαιμονίας· εἰ δὲ παραδεικνύουσι, τῆς εὐηθείας. ∆ιδασκέτωσαν γὰρ, τίς ὁ λόγος, καὶ τί τὸ τῆς ἀσχημοσύνης τῆς περὶ ταῦτα μυστήριον; δεῖ γὰρ μηδὲ τὰς ἐμφάσεις τῶν καλῶν, τὸ αἰσχρὸν ἔχειν. Εἰ δὲ ἄλλο τι παρὰ ταῦτα εἶναί φασι, τί